ἀπάτη 誤導、欺哄、欺騙

Strong G539・名詞・新約出現 7 次・英文:deceit, deception

中文義項

  1. 誤導;欺哄;欺騙:使某人對真理產生錯誤的看法(7 次)

deceit, deception, deceitfulness, delusion.

字形

出處

馬太福音 13:22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
撒在荊棘裏的、就是人聽了道、後來有世上的思慮、錢財的迷惑、把道擠住了、不能結實。

馬可福音 4:19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
後來有世上的思慮、錢財的迷惑、和別樣的私慾、進來把道擠住了、就不能結實。

以弗所書 4:22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
就要脫去你們從前行爲上的舊人.這舊人是因私慾的迷惑、漸漸變壞的.

歌羅西書 2:8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
你們要謹愼、恐怕有人用他的理學、和虛空的妄言、不照着基督、乃照人間的遺傳、和世上的小學、就把你們擄去.

帖撒羅尼迦後書 2:10 καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς·
並且在那沉淪的人身上、行各樣出於不義的詭詐.因他們不領受愛眞理的心、使他們得救。

希伯來書 3:13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
總要趁着還有今日、天天彼此相勸、免得你們中間、有人被罪迷惑、心裏就剛硬了。

彼得後書 2:13 ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
行的不義、就得了不義的工價.這些人喜愛白晝宴樂、他們已被玷汚、又有瑕疵、正與你們一同坐席、就以自己的詭詐爲快樂.