ἐπαύριον 次日、第二天、第二日
Strong G1887・副詞・新約出現 17 次・英文:tomorrow
中文義項
- 次日;第二天;第二日;過了一天:緊接前一天後面的那一天(17 次)
tomorrow.
字形
- ἐπαύριον 副詞(17 次)
出處
馬太福音 27:62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
次日、就是豫備日的第二天、祭司長和法利賽人聚集、來見彼拉多、說、
馬可福音 11:12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
第二天、他們從伯大尼出來.耶穌餓了、
約翰福音 1:29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
次日、約翰看見耶穌來到他那裏、就說、看哪、神的羔羊、除去(或作背負)世人罪孽的。
約翰福音 1:35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
再次日、約翰同兩個門徒站在那裏。
約翰福音 1:43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.
又次日、耶穌想要往加利利去、遇見腓力、就對他說、來跟從我罷。
約翰福音 6:22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
第二日、站在海那邊的衆人、知道那裏沒有別的船、只有一隻小船、又知道耶穌沒有同他的門徒上船、乃是門徒自己去的.
約翰福音 12:12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
第二天有許多上來過節的人、聽見耶穌將到耶路撒冷、
使徒行傳 10:9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
第二天、他們行路將近那城、彼得約在午正、上房頂去禱告.
使徒行傳 10:23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
彼得就請他們進去、住了一宿。次日起身和他們同去、還有約帕的幾個弟兄同着他去。
使徒行傳 10:24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
又次日、他們進入該撒利亞。哥尼流已經請了他的親屬密友、等候他們。
使徒行傳 14:20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
門徒正圍着他、他就起來、走進城去.第二天、同巴拿巴往特庇去、
使徒行傳 20:7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
七日的第一日、我們聚會擘餅的時候、保羅因爲要次日起行、就與他們講論、直講到半夜。
使徒行傳 21:8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ.
第二天、我們離開那裏、來到該撒利亞.就進了傳福音的腓利家裏、和他同住.他是那七個執事裏的一個。
使徒行傳 22:30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
第二天、千夫長爲要知道猶太人控告保羅的實情、便解開他、吩咐祭司長和全公會的人、都聚集、將保羅帶下來、叫他站在他們面前。
使徒行傳 23:32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
第二天、讓馬兵護送、他們就回營樓去。
使徒行傳 25:6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
非斯都在他們那裏、住了不過十天八天、就下該撒利亞去.第二天坐堂、吩咐將保羅提上來。
使徒行傳 25:23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
第二天、亞基帕和百尼基大張威勢而來、同着衆千夫長、和城裏的尊貴人、進了公廳.非斯都吩咐一聲、就有人將保羅帶進來。