γυνή 女人、妻子、和……結婚

Strong G1135・名詞・新約出現 212 次・英文:a woman, wife, my lady

中文義項

  1. 女人:適婚年齡的成年女性(120 次)
  2. 妻子:嫁給一個男人的女人(94 次)
  3. 結婚:(習語,直譯:觸碰女人)娶一個女人(1 次)
  4. 結婚:(習語,直譯:帶走一個女人)娶一個女人(4 次)
  5. 和……結婚:(習語,直譯:擁有一個女人)和一個女人結婚(6 次)

a woman, wife, my lady.

字形

出處(第 5 / 5 頁)

啟示錄 12:15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
蛇就在婦人身後、從口中吐出水來像河一樣、要將婦人沖去。

啟示錄 12:16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ·
地卻幫助婦人、開口吞了從龍口吐出來的水。(原文作河)

啟示錄 12:17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ·
龍向婦人發怒、去與他其餘的兒女爭戰、這兒女就是那守神誡命、爲耶穌作見證的。

啟示錄 14:4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
這些人未曾沾染婦女、他們原是童身。羔羊無論往那裏去、他們都跟隨他。他們是從人間買來的、作初熟的果子歸與神和羔羊。

啟示錄 17:3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
我被聖靈感動、天使帶我到曠野去.我就看見一個女人騎在朱紅色的獸上.那獸有七頭十角、徧體有褻瀆的名號。

啟示錄 17:4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
那女人穿着紫色和朱紅色的衣服、用金子寶石珍珠爲妝飾.手拿金杯、杯中盛滿了可憎之物、就是他淫亂的汚穢。

啟示錄 17:6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
我又看見那女人喝醉了聖徒的血、和爲耶穌作見證之人的血.我看見他、就大大的希奇。

啟示錄 17:7 καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·
天使對我說、你爲甚麼希奇呢.我要將這女人和馱着他的那七頭十角獸的奧祕告訴你。

啟示錄 17:9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν·
智慧的心在此可以思想.那七頭就是女人所坐的七座山.

啟示錄 17:18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
你所看見的那女人、就是管轄地上衆王的大城。

啟示錄 19:7 χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,
我們要歡喜快樂、將榮耀歸給他.因爲羔羊婚娶的時候到了、新婦也自己豫備好了。

啟示錄 21:9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
拿着七個金碗、盛滿末後七災的七位天使中、有一位來對我說、你到這裏來、我要將新婦、就是羔羊的妻、指給你看。

← 上一頁