παράδοσις 教導、傳統

Strong G3862・名詞・新約出現 13 次・英文:an instruction, tradition

中文義項

  1. 教導;傳統:(παραδίδωμι「教授」 的衍生詞)傳統教導的內容(13 次)

an instruction, tradition.

字形

出處

馬太福音 15:2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
你的門徒爲甚麼犯古人的遺傳呢.因爲喫飯的時候、他們不洗手。

馬太福音 15:3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
耶穌回答說、你們爲甚麼因着你們的遺傳、犯神的誡命呢。

馬太福音 15:6 οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
他就可以不孝敬父母。這就是你們藉着遺傳、廢了神的誡命。

馬可福音 7:3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
(原來法利賽人和猶太人、都拘守古人的遺傳、若不仔細洗手、就不喫飯.

馬可福音 7:5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;
法利賽人和文士問他說、你的門徒爲甚麼不照古人的遺傳、用俗手喫飯呢。

馬可福音 7:8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.
你們是離棄神的誡命、拘守人的遺傳。

馬可福音 7:9 Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε·
又說、你們誠然是廢棄神的誡命、要守自己的遺傳。

馬可福音 7:13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
這就是你們承接遺傳、廢了神的道.你們還作許多這樣的事。

哥林多前書 11:2 Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
我稱讚你們、因你們凡事記念我、又堅守我所傳給你們的。

加拉太書 1:14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
我又在猶太教中、比我本國許多同歲的人更有長進、爲我祖宗的遺傳更加熱心。

歌羅西書 2:8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
你們要謹愼、恐怕有人用他的理學、和虛空的妄言、不照着基督、乃照人間的遺傳、和世上的小學、就把你們擄去.

帖撒羅尼迦後書 2:15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.
所以弟兄們、你們要站立得穩、凡所領受的教訓、不拘是我們口傳的、是信上寫的、都要堅守。

帖撒羅尼迦後書 3:6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ’ ἡμῶν.
弟兄們、我們奉主耶穌基督的名吩咐你們、凡有弟兄不按規矩而行、不遵守從我們所受的教訓、就當遠離他。