σαλπίζω 吹號、號筒吹響

Strong G4537・動詞・新約出現 12 次・英文:I sound a trumpet

中文義項

  1. 吹號:(σάλπιγξ「號角」 的衍生詞)用號角吹出響聲(11 次)
  2. 吹號;號筒吹響:發出號角的聲音(沒有指明吹號的人)(2 次)

I sound a trumpet.

字形

出處

馬太福音 6:2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
所以你施捨的時候、不可在你前面吹號、像那假冒爲善的人、在會堂裏和街道上所行的、故意要得人的榮耀.我實在告訴你們、他們已經得了他們的賞賜。

哥林多前書 15:52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
就在一霎時、眨眼之間、號筒末次吹響的時候.因號筒要響、死人要復活成爲不朽壞的、我們也要改變。

啟示錄 8:6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.
拿着七枝號的七位天使、就豫備要吹。

啟示錄 8:7 Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
第一位天使吹號、就有雹子與火攙着血丟在地上.地的三分之一和樹的三分之一被燒了、一切的青草也被燒了。

啟示錄 8:8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
第二位天使吹號、就有彷彿火燒着的大山扔在海中.海的三分之一變成血.

啟示錄 8:10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
第三位天使吹號、就有燒着的大星、好像火把從天上落下來、落在江河的三分之一、和衆水的泉源上.

啟示錄 8:12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
第四位天使吹號、日頭的三分之一、月亮的三分之一、星辰的三分之一、都被擊打.以致日月星的三分之一黑暗了、白晝的三分之一沒有光、黑夜也是這樣。

啟示錄 8:13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
我又看見一個鷹飛在空中、並聽見他大聲說、三位天使要吹那其餘的號、你們住在地上的民、禍哉、禍哉、禍哉。

啟示錄 9:1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου·
第五位天使吹號、我就看見一個星從天落到地上.有無底坑的鑰匙賜給他。

啟示錄 9:13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
第六位天使吹號、我就聽見有聲音、從神面前金壇的四角出來、

啟示錄 10:7 ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.
但在第七位天使吹號發聲的時候、神的奧祕、就成全了、正如神所傳給他僕人衆先知的佳音。

啟示錄 11:15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
第七位天使吹號、天上就有大聲音說、世上的國、成了我主和主基督的國.他要作王、直到永永遠遠。