ἐξάγω 領出去

Strong G1806・動詞・新約出現 12 次・英文:I lead out

中文義項

  1. 領出去:從一個建築物或區域中領出或帶出(12 次)

I lead out, sometimes to death, execution.

字形

出處

馬可福音 15:20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
戲弄完了、就給他脫了紫袍、仍穿上他自己的衣服、帶他出去、要釘十字架。

路加福音 24:50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
耶穌領他們到伯大尼的對面、就舉手給他們祝福。

約翰福音 10:3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά.
看門的就給他開門.羊也聽他的聲音.他按着名叫自己的羊、把羊領出來。

使徒行傳 5:19 ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν·
但主的使者、夜間開了監門、領他們出來、

使徒行傳 7:36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
這人領百姓出來、在埃及、在紅海、在曠野、四十年間行了奇事神蹟。

使徒行傳 7:40 εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.
對亞倫說、『你且爲我們造些神像、在我們前面引路.因爲領我們出埃及地的那個摩西、我們不知道他遭了甚麼事。』

使徒行傳 12:17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
彼得擺手、不要他們作聲、就告訴他們主怎樣領他出監.又說、你們把這事告訴雅各、和衆弟兄.於是出去往別處去了。

使徒行傳 13:17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
這以色列民的神、揀選了我們的祖宗、當民寄居埃及的時候、抬舉他們、用大能的手領他們出來。

使徒行傳 16:37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
保羅卻說、我們是羅馬人、並沒有定罪、他們就在衆人面前打了我們、又把我們下在監裏.現在要私下攆我們出去麼、這是不行的.叫他們自己來領我們出去罷。

使徒行傳 16:39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
於是來勸他們、領他們出來、請他們離開那城。

使徒行傳 21:38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
你莫非是從前作亂、帶領四千凶徒、往曠野去的那埃及人麼。

希伯來書 8:9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.
不像我拉着他們祖宗的手、領他們出埃及的時候、與他們所立的約.因爲他們不恆心守我的約、我也不理他們.這是主說的。』