哥林多後書 第 13 章 希臘文原文與和合本
13:1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
這是我第三次要到你們那裏去。憑兩三個人的口作見證、句句都要定準。
13:2 προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
我從前說過、如今不在你們那裏又說、正如我第二次見你們的時候所說的一樣、就是對那犯了罪的、和其餘的人說、我若再來必不寬容。
13:3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,
你們旣然尋求基督在我裏面說話的憑據、我必不寬容.因爲基督在你們身上、不是輭弱的.在你們裏面、是有大能的。
13:4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
他因輭弱被釘在十字架上、卻因神的大能、仍然活着.我們也是這樣同他輭弱、但因神向你們所顯的大能、也必與他同活。
13:5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε.
你們總要自己省察有信心沒有.也要自己試驗.豈不知你們若不是可棄絕的、就有耶穌基督在你們心裏麼。
13:6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
我卻盼望你們曉得我們不是可棄絕的人。
13:7 εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
我們求神、叫你們一件惡事都不作.這不是要顯明我們是蒙悅納的、是要你們行事端正、任憑人看我們是被棄絕的罷。
13:8 οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
我們凡事不能敵擋眞理、只能扶助眞理。
13:9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
卽使我們輭弱、你們剛強、我們也歡喜.並且我們所求的、就是你們作完全人。
13:10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
所以我不在你們那裏的時候、把這話寫給你們、好叫我見你們的時候、不用照主所給我的權柄、嚴厲的待你們.這權柄原是爲造就人、並不是爲敗壞人。
13:11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.
還有末了的話、願弟兄們都喜樂.要作完全人.要受安慰.要同心合意.要彼此和睦.如此仁愛和平的神、必常與你們同在。
13:12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
你們親嘴問安.彼此務要聖潔。
13:13 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν.
衆聖徒都問你們安。
13:14
願主耶穌基督的恩惠、神的慈愛、聖靈的感動、常與你們衆人同在。