ἔξωθεν 在外側、在……外面、外面
Strong G1855・副詞・新約出現 13 次・英文:from without, outside
中文義項
- 從外面:從外面的一個源頭延伸出來(2 次)
- 外面;遠離:不包含在特定區域之內的一個位置(4 次)
- 在外側;在……外面:物體的外表面(6 次)
- 外人:(ἔξω「外面」 的引申喻意)不屬於某個內群體的人(1 次)
(a) from outside, from without, (b) outside, both as adj. and prep; with article: the outside.
字形
- ἔξωθεν 副詞(13 次)
出處
馬太福音 23:25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們洗淨杯盤的外面、裏面卻盛滿了勒索和放蕩。
馬太福音 23:27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們好像粉飾的墳墓、外面好看、裏面卻裝滿了死人的骨頭、和一切的汚穢。
馬太福音 23:28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
你們也是如此、在人前、外面顯出公義來、裏面卻裝滿了假善和不法的事。
馬可福音 7:15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν· ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.
從外面進去的、不能汚穢人、惟有從裏面出來的、乃能汚穢人。(有古卷在此有)
馬可福音 7:18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,
耶穌對他們說、你們也是這樣不明白麼.豈不曉得凡從外面進入的、不能汚穢人.
路加福音 11:39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
主對他說、如今你們法利賽人洗淨杯盤的外面.你們裏面卻滿了勒索和邪惡。
路加福音 11:40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;
無知的人哪、造外面的、不也造裏面麼。
哥林多後書 7:5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι—
我們從前就是到了馬其頓的時候、身體也不得安寧、周圍遭患難、外有爭戰、內有懼怕.
提摩太前書 3:7 δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
監督也必須在教外有好名聲、恐怕被人毀謗、落在魔鬼的網羅裏。
彼得前書 3:3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
你們不要以外面的辮頭髮、戴金飾、穿美衣、爲妝飾、
啟示錄 11:2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα δύο.
只是殿外的院子、要留下不用量.因爲這是給了外邦人的.他們要踐踏聖城四十二個月。
啟示錄 11:2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα δύο.
只是殿外的院子、要留下不用量.因爲這是給了外邦人的.他們要踐踏聖城四十二個月。
啟示錄 14:20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
那酒醡踹在城外、就有血從酒醡裏流出來、高到馬的嚼環、遠有六百里。