γέμω 充滿、包含

Strong G1073・動詞・新約出現 11 次・英文:I am full of

中文義項

  1. 充滿;包含:充滿某種物質或物品(11 次)

I am full of.

字形

出處

馬太福音 23:25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們洗淨杯盤的外面、裏面卻盛滿了勒索和放蕩。

馬太福音 23:27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們好像粉飾的墳墓、外面好看、裏面卻裝滿了死人的骨頭、和一切的汚穢。

路加福音 11:39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
主對他說、如今你們法利賽人洗淨杯盤的外面.你們裏面卻滿了勒索和邪惡。

羅馬書 3:14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
滿口是咒罵苦毒.

啟示錄 4:6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
寶座前好像一個玻璃海如同水晶.寶座中、和寶座周圍有四個活物、前後徧體都滿了眼睛。

啟示錄 4:8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ’ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
四活物各有六個翅膀、徧體內外都滿了眼睛.他們晝夜不住的說、聖哉、聖哉、聖哉、主神.是昔在今在以後永在的全能者。

啟示錄 5:8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
他旣拿了書卷、四活物和二十四位長老、就俯伏在羔羊面前、各拿着琴、和盛滿了香的金爐.這香就是衆聖徒的祈禱。

啟示錄 15:7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
四活物中有一個把盛滿了活到永永遠遠之神大怒的七個金碗給了那七位天使。

啟示錄 17:3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
我被聖靈感動、天使帶我到曠野去.我就看見一個女人騎在朱紅色的獸上.那獸有七頭十角、徧體有褻瀆的名號。

啟示錄 17:4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
那女人穿着紫色和朱紅色的衣服、用金子寶石珍珠爲妝飾.手拿金杯、杯中盛滿了可憎之物、就是他淫亂的汚穢。

啟示錄 21:9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
拿着七個金碗、盛滿末後七災的七位天使中、有一位來對我說、你到這裏來、我要將新婦、就是羔羊的妻、指給你看。