ἐπίσταμαι 知道、明白、曉得
Strong G1987・動詞・新約出現 14 次・英文:I know, understand
中文義項
- 知道;明白;曉得;懂得:掌握關於某人的信息,暗示理解這些信息的重要性(11 次)
- 理解;意識到;真正知道:擁有或獲得洞察力,焦點在於過程(4 次)
I know, know of, understand.
字形
- ἐπίστασθε 動詞 現在式 關身語態 直說語氣 第二人稱 複數(5 次)
- ἐπιστάμενος 動詞 現在式 關身語態 分詞 主格 單數 陽性(4 次)
- ἐπίσταμαι 動詞 現在式 關身語態 直說語氣 第一人稱 單數(2 次)
- ἐπίστανται 動詞 現在式 關身語態 直說語氣 第三人稱 複數(2 次)
- ἐπίσταται 動詞 現在式 關身語態 直說語氣 第三人稱 單數(1 次)
出處
馬可福音 14:68 ὁ δὲ ἠρνήσατο λέγων· Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν.
彼得卻不承認、說、我不知道、也不明白你說的是甚麼.於是出來、到了前院.雞就叫了。
使徒行傳 10:28 ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
就對他們說、你們知道猶太人、和別國的人親近來往、本是不合例的.但神已經指示我、無論甚麼人、都不可看作俗而不潔淨的.
使徒行傳 15:7 πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι,
辯論已經多了、彼得就起來、說、諸位弟兄、你們知道神早已在你們中間揀選了我、叫外邦人從我口中得聽福音之道、而且相信。
使徒行傳 18:25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
這人已經在主的道上受了教訓、心裏火熱、將耶穌的事、詳細講論教訓人.只是他單曉得約翰的洗禮。
使徒行傳 19:15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς· Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
惡鬼回答他們說、耶穌我認識、保羅我也知道.你們卻是誰呢。
使徒行傳 19:25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν,
他聚集他們和同行的工人、說、衆位、你們知道我們是倚靠這生意發財。
使徒行傳 20:18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
他們來了、保羅就說、你們知道、自從我到亞西亞的日子以來、在你們中間始終爲人如何、
使徒行傳 22:19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
我就說、主阿、他們知道我從前把信你的人、收在監裏、又在各會堂裏鞭打他們.
使徒行傳 24:10 Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
巡撫點頭叫保羅說話、他就說、我知道你在這國裏斷事多年、所以我樂意爲自己分訴。
使徒行傳 26:26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
王也曉得這些事、所以我向王放膽直言、我深信這些事沒有一件向王隱藏的.因都不是在背地裏作的。
提摩太前書 6:4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
他是自高自大、一無所知、專好問難、爭辯言詞、從此就生出嫉妒、分爭、毀謗、妄疑、
希伯來書 11:8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
亞伯拉罕因着信、蒙召的時候、就遵命出去、往將來要得爲業的地方去.出去的時候、還不知往那裏去。
雅各書 4:14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη·
其實明天如何、你們還不知道。你們的生命是甚麼呢.你們原來是一片雲霧、出現少時就不見了。
猶大書 1:10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
但這些人毀謗他們所不知道的.他們本性所知道的事與那沒有靈性的畜類一樣、在這事上竟敗壞了自己。