ἐπιθυμέω 渴望、切願、非常渴望

Strong G1937・動詞・新約出現 16 次・英文:I long for, covet, lust after

中文義項

  1. 渴望;切願;非常渴望;恨不得;巴不得;貪戀;貪婪;羨慕;渴慕;希望;盼望:非常渴望做某事或擁有某物(11 次)
  2. 貪圖;垂涎;邪惡的慾望;邪念;情慾;慾望;貪心;貪婪:強烈渴望擁有屬於別人的東西和從事道德上錯誤的活動(6 次)

I long for, covet, lust after, set the heart upon.

字形

出處

馬太福音 5:28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
只是我告訴你們、凡看見婦女就動淫念的、這人心裏已經與他犯姦淫了。

馬太福音 13:17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
我實在告訴你們、從前有許多先知和義人、要看你們所看的、卻沒有看見.要聽你們所聽的、卻沒有聽見。

路加福音 15:16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
他恨不得拿豬所喫的豆莢充饑.也沒有人給他。

路加福音 16:21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
要得財主桌子上掉下來的零碎充饑.並且狗來餂他的瘡。

路加福音 17:22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε.
他又對門徒說、日子將到、你們巴不得看見人子的一個日子、卻不得看見。

路加福音 22:15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·
耶穌對他們說、我很願意在受害以先、和你們喫這逾越節的筵席。

使徒行傳 20:33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
我未曾貪圖一個人的金、銀、衣服。

羅馬書 7:7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις·
這樣、我們可說甚麼呢.律法是罪麼.斷乎不是.只是非因律法、我就不知何爲罪.非律法說、『不可起貪心。』我就不知何爲貪心。

羅馬書 13:9 τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
像那不可姦淫、不可殺人、不可偷盜、不可貪婪、或有別的誡命、都包在愛人如己這一句話之內了。

哥林多前書 10:6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
這些事都是我們的鑑戒、叫我們不要貪戀惡事、像他們那樣貪戀的。

加拉太書 5:17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε.
因爲情慾和聖靈相爭、聖靈和情慾相爭.這兩個是彼此相敵、使你們不能作所願意作的。

提摩太前書 3:1 Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
人若想要得監督的職分、就是羨慕善工.這話是可信的.

希伯來書 6:11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
我們願你們各人都顯出這樣的殷勤、使你們有滿足的指望、一直到底。

雅各書 4:2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
你們貪戀、還是得不着.你們殺害嫉妒、又鬬毆爭戰、也不能得.你們得不着、是因爲你們不求。

彼得前書 1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
他們得了啟示、知道他們所傳講的一切事、(傳講原文作服事)不是爲自己、乃是爲你們.那靠着從天上差來的聖靈、傳福音給你們的人、現在將這些事報給你們.天使也願意詳細察看這些事。

啟示錄 9:6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν.
在那些日子、人要求死、決不得死.願意死、死卻遠避他們。