ἔξεστι(ν) 必須、應該、該

Strong G1832・動詞・新約出現 31 次・英文:it is permitted, lawful, possible

中文義項

  1. 可能;能;可以:標記某事件從通常意義上來說有可能發生(7 次)
  2. 必須;應該;該;合法的;許可的;准許的;允許的;可以的;合宜的;合理的;(帶否定詞彙)不應該:必須履行的;合法的(24 次)

it is permitted, lawful, possible.

字形

出處

馬太福音 12:2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
法利賽人看見、就對耶穌說、看哪、你的門徒作安息日不可作的事了。

馬太福音 12:4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
他怎麼進了神的殿、喫了陳設餅、這餅不是他和跟從他的人可以喫得、惟獨祭司纔可以喫。

馬太福音 12:10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
那裏有一個人枯乾了一隻手。有人問耶穌說、安息日治病、可以不可以.意思是要控告他。

馬太福音 12:12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
人比羊何等貴重呢.所以在安息日作善事是可以的。

馬太福音 14:4 ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·
因爲約翰曾對他說、你娶這婦人是不合理的。

馬太福音 19:3 Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
有法利賽人來試探耶穌說、人無論甚麼緣故、都可以休妻麼。

馬太福音 20:15 οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
我的東西難道不可隨我的意思用麼.因爲我作好人、你就紅了眼麼。

馬太福音 22:17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
請告訴我們、你的意見如何.納稅給該撒、可以不可以。

馬太福音 27:6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν·
祭司長拾起銀錢來說、這是血價、不可放在庫裏。

馬可福音 2:24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
法利賽人對耶穌說、看哪、他們在安息日爲甚麼作不可作的事呢.

馬可福音 2:26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
他當亞比亞他作大祭司的時候、怎麼進了神的殿、喫了陳設餅、又給跟從他的人喫.這餅除了祭司以外、人都不可喫。

馬可福音 3:4 καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
又問衆人說、在安息日行善行惡、救命害命、那樣是可以的呢.他們都不作聲。

馬可福音 6:18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
約翰曾對希律說、你娶你兄弟的妻子是不合理的。

馬可福音 10:2 Καὶ ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
有法利賽人來問他說、人休妻可以不可以、意思要試探他。

馬可福音 12:14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
他們來了、就對他說、夫子、我們知道你是誠實的、甚麼人你都不徇情面.因爲你不看人的外貌、乃是誠誠實實傳神的道.納稅給該撒可以不可以。

路加福音 6:2 τινὲς δὲ τῶν Φαρισαίων εἶπαν· Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν;
有幾個法利賽人說、你們爲甚麼作安息日不可作的事呢。

路加福音 6:4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
他怎麼進了神的殿、拿陳設餅喫、又給跟從的人喫.這餅除了祭司以外、別人都不可喫。

路加福音 6:9 εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· Ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;
耶穌對他們說、我問你們、在安息日行善行惡、救命害命、那樣是可以的呢。

路加福音 14:3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ;
耶穌對律法師和法利賽人說、安息日治病、可以不可以.

路加福音 20:22 ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
我們納稅給該撒、可以不可以。

約翰福音 5:10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον.
那天是安息日、所以猶太人對那醫好的人說、今天是安息日、你拿褥子是不可的。

約翰福音 18:31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
彼拉多說、你們自己帶他去、按着你們的律法審問他罷。猶太人說、我們沒有殺人的權柄。

使徒行傳 2:29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
弟兄們、先祖大衞的事、我可以明明的對你們說、他死了、也葬埋了、並且他的墳墓、直到今日還在我們這裏。

使徒行傳 16:21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
傳我們羅馬人所不可受、不可行的規矩。

使徒行傳 21:37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
將要帶他進營樓、保羅對千夫長說、我對你說句話、可以不可以.他說、你懂得希利尼話麼.

使徒行傳 22:25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
剛用皮條捆上、保羅對旁邊站着的百夫長說、人是羅馬人、又沒有定罪、你們就鞭打他、有這個例麼。

哥林多前書 6:12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
凡事我都可行.但不都有益處。凡事我都可行、但無論那一件、我總不受他的轄制。

哥林多前書 6:12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
凡事我都可行.但不都有益處。凡事我都可行、但無論那一件、我總不受他的轄制。

哥林多前書 10:23 Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.
凡事都可行.但不都有益處。凡事都可行.但不都造就人。

哥林多前書 10:23 Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.
凡事都可行.但不都有益處。凡事都可行.但不都造就人。

哥林多後書 12:4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
他被提到樂園裏、聽見隱祕的言語、是人不可說的。