希伯來書 第 5 章 希臘文原文與和合本

5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
凡從人間挑選的大祭司、是奉派替人辦理屬神的事、爲要獻上禮物、和贖罪祭.(或作要爲罪獻上禮物和祭物)

5:2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
他能體諒那愚蒙的、和失迷的人、因爲他自己也是被輭弱所困.

5:3 καὶ δι’ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ αὑτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.
故此他理當爲百姓和自己獻祭贖罪。

5:4 καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.
這大祭司的尊榮、沒有人自取、惟要蒙神所召、像亞倫一樣。

5:5 Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
如此、基督也不是自取榮耀作大祭司、乃是在乎向他說『你是我的兒子、我今日生你。』的那一位.

5:6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ,
就如經上又有一處說、『你是照着麥基洗德的等次永遠爲祭司。』

5:7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
基督在肉體的時候、旣大聲哀哭、流淚禱告懇求那能救他免死的主、就因他的虔誠、蒙了應允。

5:8 καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν,
他雖然爲兒子、還是因所受的苦難學了順從.

5:9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,
他旣得以完全、就爲凡順從他的人、成了永遠得救的根源.

5:10 προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
並蒙神照着麥基洗德的等次稱他爲大祭司。

5:11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς·
論到麥基洗德、我們有好些話、並且難以解明、因爲你們聽不進去。

5:12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
看你們學習的工夫、本該作師傅、誰知還得有人將神聖言小學的開端、另教導你們.並且成了那必須喫奶、不能喫乾糧的人。

5:13 πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
凡只能喫奶的、都不熟練仁義的道理.因爲他是嬰孩。

5:14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
惟獨長大成人的、纔能喫乾糧、他們的心竅、習練得通達、就能分辨好歹了。

← 希伯來書 4 章 希伯來書 6 章 →