彼得前書 第 5 章 希臘文原文與和合本
5:1 Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
我這作長老、作基督受苦的見證、同享後來所要顯現之榮耀的、勸你們中間與我同作長老的人。
5:2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
務要牧養在你們中間神的羣羊、按着神旨意照管他們.不是出於勉強、乃是出於甘心.也不是因爲貪財、乃是出於樂意。
5:3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
也不是轄制所託付你們的、乃是作羣羊的榜樣。
5:4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
到了牧長顯現的時候、你們必得那永不衰殘的榮耀冠冕。
5:5 ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
你們年幼的、也要順服年長的。就是你們衆人、也都要以謙卑束腰、彼此順服.因爲神阻擋驕傲的人、賜恩給謙卑的人。
5:6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
所以你們要自卑、服在神大能的手下、到了時候他必叫你們升高。
5:7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
你們要將一切的憂慮卸給神、因爲他顧念你們。
5:8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν·
務要謹守、儆醒.因爲你們的仇敵魔鬼、如同吼叫的獅子、徧地遊行、尋找可吞喫的人.
5:9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
你們要用堅固的信心抵擋他、因爲知道你們在世上的衆弟兄、也是經歷這樣的苦難。
5:10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει.
那賜諸般恩典的神、曾在基督裏召你們、得享他永遠的榮耀、等你們暫受苦難之後、必要親自成全你們、堅固你們、賜力量給你們。
5:11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
願權能歸給他、直到永永遠遠。阿們。
5:12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν στῆτε.
我畧畧的寫了這信、託我所看爲忠心的兄弟西拉轉交你們、勸勉你們、又證明這恩是神的眞恩.你們務要在這恩上站立得住。
5:13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
在巴比倫與你們同蒙揀選的教會問你們安.我兒子馬可也問你們安。
5:14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.
你們要用愛心彼此親嘴問安。願平安歸與你們凡在基督裏的人。