彼得前書 第 4 章 希臘文原文與和合本
4:1 Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας,
基督旣在肉身受苦、你們也當將這樣的心志作爲兵器.因爲在肉身受過苦的、就已經與罪斷絕了.
4:2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
你們存這樣的心、從今以後、就可以不從人的情慾、只從神的旨意、在世度餘下的光陰。
4:3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
因爲往日隨從外邦人的心意、行邪淫、惡慾、醉酒、荒宴、羣飲、並可惡拜偶像的事、時候已經彀了.
4:4 ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
他們在這些事上、見你們不與他們同奔那放蕩無度的路、就以爲怪、毀謗你們.
4:5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς·
他們必在那將要審判活人死人的主面前交帳。
4:6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
爲此、就是死人也曾有福音傳給他們、要叫他們的肉體按着人受審判、他們的靈性卻靠神活着。
4:7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
萬物的結局近了.所以你們要謹愼自守、儆醒禱告。
4:8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
最要緊的是彼此切實相愛.因爲愛能遮掩許多的罪。
4:9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
你們要互相款待、不發怨言.
4:10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·
各人要照所得的恩賜彼此服事、作神百般恩賜的好管家.
4:11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
若有講道的、要按着神的聖言講.若有服事人的、要按着神所賜的力量服事.叫神在凡事上因耶穌基督得榮耀.原來榮耀權能都是他的、直到永永遠遠。阿們。
4:12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος,
親愛的弟兄阿、有火煉的試驗臨到你們、不要以爲奇怪、(似乎是遭遇非常的事)
4:13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
倒要歡喜.因爲你們是與基督一同受苦、使你們在他榮耀顯現的時候、也可以歡喜快樂。
4:14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται.
你們若爲基督的名受辱罵、便是有福的.因爲神榮耀的靈、常住在你們身上。
4:15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·
你們中間卻不可有人、因爲殺人、偷竊、作惡、好管閒事而受苦.
4:16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
若爲作基督徒受苦、卻不要羞恥.倒要因這名歸榮耀給神。
4:17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
因爲時候到了、審判要從神的家起首.若是先從我們起首、那不信從神福音的人、將有何等的結局呢。
4:18 καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
若是義人僅僅得救、那不虔敬和犯罪的人、將有何地可站呢。
4:19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
所以那照神旨意受苦的人、要一心爲善、將自己靈魂交與那信實的造化之主。