彼得前書 第 1 章 希臘文原文與和合本

1:1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
耶穌基督的使徒彼得、寫信給那分散在本都、加拉太、加帕多家、亞西亞、庇推尼寄居的.

1:2 κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
就是照父神的先見被揀選、藉着聖靈得成聖潔、以致順服耶穌基督、又蒙他血所灑的人.願恩惠平安、多多的加給你們。

1:3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
願頌讚歸與我們主耶穌基督的父神、他曾照自己的大憐憫、藉耶穌基督從死裏復活、重生了我們、叫我們有活潑的盼望、

1:4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
可以得着不能朽壞、不能玷汚、不能衰殘、爲你們存留在天上的基業。

1:5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
你們這因信蒙神能力保守的人、必能得着所豫備、到末世要顯現的救恩。

1:6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
因此、你們是大有喜樂、但如今、在百般的試煉中暫時憂愁.

1:7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
叫你們的信心旣被試驗、就比那被火試驗、仍然能壞的金子、更顯寶貴.可以在耶穌基督顯現的時候、得着稱讚、榮耀、尊貴。

1:8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
你們雖然沒有見過他、卻是愛他.如今雖不得看見、卻因信他就有說不出來、滿有榮光的大喜樂.

1:9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν.
並且得着你們信心的果效、就是靈魂的救恩。

1:10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
論到這救恩、那豫先說你們要得恩典的衆先知、早已詳細的尋求考察.

1:11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
就是考察在他們心裏基督的靈、豫先證明基督受苦難、後來得榮耀、是指着甚麼時候、並怎樣的時候。

1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
他們得了啟示、知道他們所傳講的一切事、(傳講原文作服事)不是爲自己、乃是爲你們.那靠着從天上差來的聖靈、傳福音給你們的人、現在將這些事報給你們.天使也願意詳細察看這些事。

1:13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
所以要約束你們的心、(原文作束上你們心中的腰)謹愼自守、專心盼望耶穌基督顯現的時候所帶來給你們的恩。

1:14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
你們旣作順命的兒女、就不要效法從前蒙昧無知的時候、那放縱私慾的樣子。

1:15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
那召你們的旣是聖潔、你們在一切所行的事上也要聖潔.

1:16 διότι γέγραπται ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.
因爲經上記着說、『你們要聖潔、因爲我是聖潔的。』

1:17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
你們旣稱那不偏待人、按各人行爲審判人的主爲父、就當存敬畏的心、度你們在世寄居的日子.

1:18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
知道你們得贖、脫去你們祖宗所傳流虛妄的行爲、不是憑着能壞的金銀等物.

1:19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
乃是憑着基督的寶血、如同無瑕疵無玷汚的羔羊之血.

1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
基督在創世以前、是豫先被神知道的、卻在這末世、纔爲你們顯現.

1:21 τοὺς δι’ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
你們也因着他、信那叫他從死裏復活、又給他榮耀的神、叫你們的信心、和盼望、都在於神。

1:22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
你們旣因順從眞理、潔淨了自己的心、以致愛弟兄沒有虛假、就當從心裏彼此切實相愛.(從心裏有古卷作從清潔的心)

1:23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος·
你們蒙了重生、不是由於能壞的種子、乃是由於不能壞的種子、是藉着神活潑常存的道。

1:24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν·
因爲『凡有血氣的、盡都如草、他的美榮、都像草上的花.草必枯乾、花必凋謝.

1:25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
惟有主的道是永存的。』所傳給你們的福音就是這道。

彼得前書 2 章 →