Τιμόθεος 提摩太、《思》弟茂德

Strong G5095・名詞・新約出現 24 次・英文:Timothy

中文義項

  1. 提摩太;《思》弟茂德:保羅的朋友和同工(24 次)

Timothy, a Christian of Lystra, helper of Paul.

字形

出處

使徒行傳 16:1 Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
保羅來到特庇、又到路司得.在那裏有一個門徒、名叫提摩太、是信主之猶太婦人的兒子、他父親卻是希利尼人。

使徒行傳 17:14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ.
當時弟兄們便打發保羅往海邊去.西拉和提摩太仍住在庇哩亞。

使徒行傳 17:15 οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
送保羅的人帶他到了雅典.旣領了保羅的命、叫西拉和提摩太速速到他這裏來、就回去了。

使徒行傳 18:5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν.
西拉和提摩太從馬其頓來的時候、保羅爲道迫切、向猶太人證明耶穌是基督。

使徒行傳 19:22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
於是從幫助他的人中、打發提摩太以拉都二人、往馬其頓去.自己暫時等在亞西亞。

使徒行傳 20:4 συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος·
同他到亞西亞去的、有庇哩亞人畢羅斯的兒子所巴特、帖撒羅尼迦人亞里達古、和西公都、還有特庇人該猶、並提摩太、又有亞西亞人推基古、和特羅非摩。

羅馬書 16:21 Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
與我同工的提摩太、和我的親屬路求、耶孫、所西巴德、問你們安。

哥林多前書 4:17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
因此我已打發提摩太到你們那裏去.他在主裏面、是我所親愛有忠心的兒子.他必題醒你們、記念我在基督裏怎樣行事、在各處各教會中怎樣教導人。

哥林多前書 16:10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·
若是提摩太來到、你們要留心、叫他在你們那裏無所懼怕.因爲他勞力作主的工、像我一樣.

哥林多後書 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
奉神旨意、作基督耶穌使徒的保羅、和兄弟提摩太、寫信給在哥林多神的教會、並亞該亞徧處的衆聖徒.

哥林多後書 1:19 ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν·
因爲我和西拉、並提摩太、在你們中間所傳神的兒子耶穌基督、總沒有是而又非的、在他只有一是。

腓立比書 1:1 Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
基督耶穌的僕人保羅、和提摩太、寫信給凡住腓立比、在基督耶穌裏的衆聖徒、和諸位監督、諸位執事.

腓立比書 2:19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.
我靠主耶穌指望快打發提摩太去見你們、叫我知道你們的事、心裏就得着安慰。

歌羅西書 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
奉神旨意、作基督耶穌使徒的保羅、和兄弟提摩太、

帖撒羅尼迦前書 1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη.
保羅、西拉、提摩太、寫信給帖撒羅尼迦在父神和主耶穌基督裏的教會.願恩惠平安歸與你們。

帖撒羅尼迦前書 3:2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν
打發我們的兄弟在基督福音上作神執事的提摩太前去、(作神執事的有古卷作與神同工的)堅固你們、並在你們所信的道上勸慰你們.

帖撒羅尼迦前書 3:6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς,
但提摩太剛纔從你們那裏回來、將你們信心和愛心的好消息報給我們、又說你們常常記念我們、切切的想見我們、如同我們想見你們一樣.

帖撒羅尼迦後書 1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·
保羅、西拉、提摩太、寫信給帖撒羅尼迦在神我們的父與主耶穌基督裏的教會.

提摩太前書 1:2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
寫信給那因信主作我眞兒子的提摩太.願恩惠憐憫平安、從父神和我們主基督耶穌、歸與你。

提摩太前書 1:18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
我兒提摩太阿、我照從前指着你的豫言、將這命令交託你、叫你因此可以打那美好的仗.

提摩太前書 6:20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
提摩太阿、你要保守所託付你的、躱避世俗的虛談、和那敵眞道似是而非的學問。

提摩太後書 1:2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
寫信給我親愛的兒子提摩太.願恩惠憐憫平安、從父神和我們主基督耶穌、歸與你。

腓利門書 1:1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
爲基督耶穌被囚的保羅、同兄弟提摩太、寫信給我們所親愛的同工腓利門、

希伯來書 13:23 γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.
你們該知道我們的兄弟提摩太已經釋放了.他若快來、我必同他去見你們。