κρύπτω 保持安全、使受到保護、保護

Strong G2928・動詞・新約出現 19 次・英文:I hide, conceal, lay up

中文義項

  1. 保持安全;使受到保護;保護;隱藏:藉隱藏使人或物得到安全或保護,在某些情況下,隱藏的目的是不要被人發現(9 次)
  2. 使看不見;隱藏;掩蓋:使某些東西不被人看見,目的是使那東西不會被發現(3 次)
  3. 隱藏;使看不見;使隱蔽和安全:使某些東西不被人看見(即隱藏起來),但目的是保管和保護那東西(2 次)
  4. 隱藏;掩蓋;隱瞞;躲藏:使某事物不為人所知(6 次)

I hide, conceal, lay up.

字形

出處

馬太福音 5:14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
你們是世上的光.城造在山上、是不能隱藏的。

馬太福音 11:25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
那時、耶穌說、父阿、天地的主、我感謝你、因爲你將這些事、向聰明通達人、就藏起來、向嬰孩、就顯出來.

馬太福音 13:35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.
這是要應驗先知的話、說、『我要開口用比喻、把創世以來所隱藏的事發明出來。』

馬太福音 13:44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
天國好像寶貝藏在地裏.人遇見了、就把他藏起來.歡歡喜喜的去變賣一切所有的、買這塊地。

馬太福音 13:44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
天國好像寶貝藏在地裏.人遇見了、就把他藏起來.歡歡喜喜的去變賣一切所有的、買這塊地。

馬太福音 25:18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
但那領一千的、去掘開地、把主人的銀子埋藏了。

馬太福音 25:25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
我就害怕、去把你的一千銀子埋藏在地裏.請看、你的原銀子在這裏。

路加福音 13:21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
好比麵酵、有婦人拿來藏在三斗麵裏、直等全團都發起來。

路加福音 18:34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
這些事門徒一樣也不懂得、意思乃是隱藏的、他們不曉得所說的是甚麼。

路加福音 19:42 λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
說、巴不得你在這日子、知道關係你平安的事.無奈這事現在是隱藏的、叫你的眼看不出來。

約翰福音 8:59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.
於是他們拿石頭要打他.耶穌卻躱藏、從殿裏出去了。

約翰福音 12:36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν.
你們應當趁着有光、信從這光、使你們成爲光明之子。耶穌說了這話、就離開他們、隱藏了。

約翰福音 19:38 Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ.
這些事以後、有亞利馬太人約瑟、是耶穌的門徒、只因怕猶太人、就暗暗的作門徒、他來求彼拉多、要把耶穌的身體領去.彼拉多允准、他就把耶穌的身體領去了。

歌羅西書 3:3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
因爲你們已經死了、你們的生命與基督一同藏在神裏面。

提摩太前書 5:25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.
這樣、善行也有明顯的.那不明顯的、也不能隱藏。

希伯來書 11:23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
摩西生下來、他的父母見他是個俊美的孩子、就因着信把他藏了三個月、並不怕王命。

啟示錄 2:17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
聖靈向衆教會所說的話、凡有耳的、就應當聽。得勝的、我必將那隱藏的嗎哪賜給他.並賜他一塊白石、石上寫着新名.除了那領受的以外、沒有人能認識。

啟示錄 6:15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·
地上的君王、臣宰、將軍、富戶、壯士、和一切爲奴的、自主的、都藏在山洞、和巖石穴裏.

啟示錄 6:16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
向山和巖石說、倒在我們身上罷、把我們藏起來、躱避坐寶座者的面目、和羔羊的忿怒.