馬可福音 第 13 章 希臘文原文與和合本
13:1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
耶穌從殿裏出來的時候、有一個門徒對他說、夫子、請看、這是何等的石頭、何等的殿宇。
13:2 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
耶穌對他說、你看見這大殿宇麼.將來在這裏沒有一塊石頭留在石頭上、不被拆毀了。
13:3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
耶穌在橄欖山上對聖殿而坐.彼得、雅各、約翰和安得烈、暗暗的問他說、
13:4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα.
請告訴我們、甚麼時候有這些事呢。這一切事、將成的時候、有甚麼豫兆呢。
13:5 ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
耶穌說、你們要謹愼、免得有人迷惑你們。
13:6 πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
將來有好些人冒我的名來、說、我是基督.並且要迷惑許多人。
13:7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
你們聽見打仗、和打仗的風聲、不要驚慌.這些事是必須有的、只是末期還沒有到.
13:8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.
民要攻打民、國要攻打國、多處必有地震、饑荒.這都是災難的起頭。(災難原文作生產之難)
13:9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
但你們要謹愼.因爲人要把你們交給公會、並且你們在會堂裏要受鞭打.又爲我的緣故、站在諸侯與君王面前、對他們作見證.
13:10 καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
然而福音必須先傳給萬民。
13:11 καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
人把你們拉去交官的時候、不要豫先思慮說甚麼.到那時候、賜給你們甚麼話、你們就說甚麼、因爲說話的不是你們、乃是聖靈。
13:12 καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
弟兄要把弟兄、父親要把兒子、送到死地.兒女要起來與父母爲敵、害死他們。
13:13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
並且你們要爲我的名、被衆人恨惡、惟有忍耐到底的、必然得救。
13:14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
你們看見那行毀壞可憎的、站在不當站的地方.(讀這經的人、須要會意)那時在猶太的、應當逃到山上.
13:15 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ,
在房上的、不要下來、也不要進去拿家裏的東西.
13:16 καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
在田裏的、也不要回去取衣裳。
13:17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
當那些日子、懷孕的和奶孩子的有禍了。
13:18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·
你們應當祈求、叫這些事不在冬天臨到。
13:19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
因爲在那些日子必有災難、自從神創造萬物直到如今、並沒有這樣的災難.後來也必沒有。
13:20 καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
若不是主減少那日子、凡有血氣的、總沒有一個得救的.只是爲主的選民、他將那日子減少了。
13:21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἴδε ὧδε ὁ χριστός, Ἴδε ἐκεῖ, μὴ πιστεύετε·
那時若有人對你們說、看哪、基督在這裏.或說、基督在那裏.你們不要信。
13:22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς·
因爲假基督、假先知、將要起來、顯神蹟奇事.倘若能行、就把選民迷惑了。
13:23 ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
你們要謹愼.看哪、凡事我都豫先告訴你們了。
13:24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
在那些日子、那災難以後、日頭要變黑了、月亮也不放光、
13:25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
衆星要從天上墜落、天勢都要震動。
13:26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·
那時他們(馬太二十四章三十節作地上的萬族)要看見人子有大能力、大榮耀、駕雲降臨。
13:27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
他要差遣天使、把他的選民、從四方、從地極直到天邊、都招聚了來。(方原文作風)
13:28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
你們可以從無花果樹學個比方.當樹枝發嫩長葉的時候、你們就知道夏天近了。
13:29 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
這樣、你們幾時看見這些事成就、也該知道人子近了、(人子或作神的國)正在門口了。
13:30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
我實在告訴你們、這世代還沒有過去、這些事都要成就。
13:31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
天地要廢去.我的話卻不能廢去。
13:32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
但那日子、那時辰、沒有人知道、連天上的使者也不知道、子也不知道、惟有父知道。
13:33 βλέπετε ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·
你們要謹愼、儆醒祈禱、因爲你們不曉得那日期幾時來到。
13:34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
這事正如一個人離開本家、寄居外邦、把權柄交給僕人、分派各人當作的工、又吩咐看門的儆醒。
13:35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
所以你們要儆醒、因爲你們不知道家主甚麼時候來、或晚上、或半夜、或雞叫、或早晨。
13:36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·
恐怕他忽然來到、看見你們睡着了。
13:37 ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
我對你們所說的話、也是對衆人說、要儆醒。