提多書 第 3 章 希臘文原文與和合本
3:1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
你要題醒衆人、叫他們順服作官的、掌權的、遵他的命、豫備行各樣的善事.
3:2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
不要毀謗、不要爭競、總要和平、向衆人大顯溫柔。
3:3 ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
我們從前也是無知、悖逆、受迷惑、服事各樣私慾和宴樂、常存惡毒(或作陰毒)嫉妒的心、是可恨的、又是彼此相恨。
3:4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
但到了神我們救主的恩慈、和他向人所施的慈愛顯明的時候、
3:5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
他便救了我們、並不是因我們自己所行的義、乃是照他的憐憫、藉着重生的洗、和聖靈的更新。
3:6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
聖靈就是神藉着耶穌基督我們救主、厚厚澆灌在我們身上的.
3:7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
好叫我們因他的恩得稱爲義、可以憑着永生的盼望成爲後嗣。(或作可以憑着盼望承受永生)
3:8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
這話是可信的、我也願你把這些事、切切實實的講明、使那些已信神的人、留心作正經事業。(或作留心行善)這都是美事、並且與人有益。
3:9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
要遠避無知的辯論、和家譜的空談、以及分爭、並因律法而起的爭競.因爲這都是虛妄無益的。
3:10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
分門結黨的人、警戒過一兩次、就要棄絕他.
3:11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
因爲知道這等人已經背道、犯了罪、自己明知不是、還是去作。
3:12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
我打發亞提馬、或是推基古、到你那裏去的時候、你要趕緊往尼哥波立去見我.因爲我已經定意在那裏過冬。
3:13 ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
你要趕緊給律師西納、和亞波羅送行、叫他們沒有缺乏。
3:14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
並且我們的人要學習正經事業、(或作要學習行善)豫備所需用的、免得不結果子。
3:15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ὑμῶν.
同我在一處的人都問你安。請代問那些因有信心愛我們的人安。願恩惠常與你們衆人同在。