提多書 第 2 章 希臘文原文與和合本

2:1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
但你所講的、總要合乎那純正的道理.

2:2 πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
勸老年人、要有節制、端莊、自守、在信心愛心忍耐上、都要純全無疵。

2:3 Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
又勸老年婦人、舉止行動要恭敬、不說讒言、不給酒作奴僕、用善道教訓人.

2:4 ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
好指教少年婦人、愛丈夫、愛兒女、

2:5 σώφρονας, ἁγνάς, οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
謹守、貞潔、料理家務、待人有恩、順服自己的丈夫、免得神的道理被毀謗。

2:6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
又勸少年人要謹守.

2:7 περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα,
你自己凡事要顯出善行的榜樣、在教訓上要正直、端莊、

2:8 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.
言語純全、無可指責、叫那反對的人、旣無處可說我們的不是、便自覺羞愧。

2:9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
勸僕人要順服自己的主人、凡事討他的喜歡.不可頂撞他.

2:10 μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
不可私拿東西.要顯爲忠誠、以致凡事尊榮我們救主神的道.

2:11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
因爲神救衆人的恩典、已經顯明出來、

2:12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
教訓我們除去不敬虔的心、和世俗的情慾、在今世自守、公義、敬虔度日.

2:13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
等候所盼望的福、並等候至大的神、和(或作無和字)我們救主耶穌基督的榮耀顯現。

2:14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
他爲我們捨了自己、要贖我們脫離一切罪惡、又潔淨我們、特作自己的子民、熱心爲善。

2:15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.
這些事你要講明、勸戒人、用各等權柄責備人。不可叫人輕看你。

← 提多書 1 章 提多書 3 章 →