哥林多後書 第 2 章 希臘文原文與和合本
2:1 ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν·
我自己定了主意、再到你們那裏去、必須大家沒有憂愁。
2:2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
倘若我叫你們憂愁、除了我叫那憂愁的人以外、誰能叫我快樂呢。
2:3 καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
我曾把這事寫給你們、恐怕我到的時候、應該叫我快樂的那些人、反倒叫我憂愁.我也深信、你們衆人都以我的快樂爲自己的快樂。
2:4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
我先前心裏難過痛苦、多多的流淚、寫信給你們.不是叫你們憂愁、乃是叫你們知道我格外的疼愛你們。
2:5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.
若有叫人憂愁的、他不但叫我憂愁、也是叫你們衆人有幾分憂愁、我說幾分、恐怕說得太重。
2:6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων,
這樣的人、受了衆人的責罰、也就彀了.
2:7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
倒不如赦免他、安慰他、免得他憂愁太過、甚至沉淪了。
2:8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην·
所以我勸你們、要向他顯出堅定不移的愛心來。
2:9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
爲此我先前也寫信給你們、要試驗你們、看你們凡事順從不順從。
2:10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
你們赦免誰、我也赦免誰、我若有所赦免的、是在基督面前爲你們赦免的.
2:11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
免得撒但趁着機會勝過我們.因我們並非不曉得他的詭計。
2:12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
我從前爲基督的福音到了特羅亞、主也給我開了門。
2:13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
那時因爲沒有遇見兄弟提多、我心裏不安、便辭別那裏的人往馬其頓去了。
2:14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ·
感謝神、常帥領我們在基督裏誇勝、並藉着我們在各處顯揚那因認識基督而有的香氣。
2:15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
因爲我們在神面前、無論在得救的人身上、或滅亡的人身上、都有基督馨香之氣。
2:16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
在這等人、就作了死的香氣叫他死.在那等人、就作了活的香氣叫他活.這事誰能當得起呢。
2:17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
我們不像那許多人、爲利混亂神的道.乃是由於誠實、由於神、在神面前憑着基督講道。