羅馬書 第 16 章 希臘文原文與和合本

16:1 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
我對你們舉薦我們的姊妹非比、他是堅革哩教會中的女執事.

16:2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
請你們爲主接待他、合乎聖徒的體統.他在何事上、要你們幫助、你們就幫助他.因他素來幫助許多人、也幫助了我。

16:3 Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
問百基拉和亞居拉安.他們在基督耶穌裏與我同工、

16:4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
也爲我的命、將自己的頸項、置之度外.不但我感謝他們、就是外邦的衆教會、也感謝他們.

16:5 καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν.
又問在他們家中的教會安。問我所親愛的以拜尼土安.他在亞西亞是歸基督初結的果子。

16:6 ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
又問馬利亞安.他爲你們多受勞苦。

16:7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
又問我親屬與我一同坐監的安多尼古和猶尼亞安.他們在使徒中是有名望的、也是比我先在基督裏。

16:8 ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
又問我在主裏面所親愛的暗伯利安。

16:9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
又問在基督裏與我們同工的耳巴奴、並我所親愛的士大古安。

16:10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
又問在基督裏經過試驗的亞比利安。問亞利多布家裏的人安。

16:11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
又問我親屬希羅天安。問拿其數家在主裏的人安。

16:12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
又問爲主勞苦的土非拿氏和土富撒氏安。問可親愛爲主多受勞苦的彼息氏安。

16:13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
又問在主蒙揀選的魯孚和他母親安.他的母親就是我的母親。

16:14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
又問亞遜其土、弗勒干、黑米、八羅巴、黑馬、並與他們在一處的弟兄們安。

16:15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
又問非羅羅古、和猶利亞、尼利亞、和他姊妹、同阿林巴、並與他們在一處的衆聖徒安。

16:16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ.
你們親嘴問安、彼此務要聖潔。基督的衆教會都問你們安。

16:17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν·
弟兄們、那些離間你們、叫你們跌倒、背乎所學之道的人、我勸你們要留意躱避他們。

16:18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
因爲這樣的人不服事我們的主基督、只服事自己的肚腹.用花言巧語、誘惑那些老實人的心。

16:19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
你們的順服、已經傳於衆人、所以我爲你們歡喜.但我願意你們在善上聰明、在惡上愚拙。

16:20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
賜平安的神、快要將撒但踐踏在你們脚下。願我主耶穌基督的恩、常和你們同在。

16:21 Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
與我同工的提摩太、和我的親屬路求、耶孫、所西巴德、問你們安。

16:22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
我這代筆寫信的德丟、在主裏面問你們安。

16:23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
那接待我、也接待全教會的該猶、問你們安。

16:24 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
城內管銀庫的以拉都、和兄弟括土、問你們安。

16:25
惟有神能照我所傳的福音、和所講的耶穌基督、並照永古隱藏不言的奧祕、堅固你們的心。

16:26
這奧祕如今顯明出來、而且按着永生神的命、藉衆先知的書指示萬國的民、使他們信服眞道。

16:27
願榮耀因耶穌基督歸與獨一全智的神、直到永遠。阿們。

← 羅馬書 15 章