歌羅西書 第 4 章 希臘文原文與和合本

4:1 οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ.
你們作主人的、要公公平平的待僕人、因爲知道你們也有一位主在天上。

4:2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
你們要恆切禱告、在此儆醒感恩.

4:3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,
也要爲我們禱告、求神給我們開傳道的門、能以講基督的奧祕、(我爲此被捆鎖)

4:4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
叫我按着所該說的話、將這奧祕發明出來。

4:5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
你們要愛惜光陰、用智慧與外人交往。

4:6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
你們的言語要常常帶着和氣、好像用鹽調和、就可知道該怎樣回答各人。

4:7 Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,
有我親愛的兄弟推基古要將我一切的事都告訴你們.他是忠心的執事、和我一同作主的僕人。

4:8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
我特意打發他到你們那裏去、好叫你們知道我們的光景、又叫他安慰你們的心。

4:9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
我又打發一位親愛忠心的兄弟阿尼西母同去.他也是你們那裏的人。他們要把這裏一切的事都告訴你們。

4:10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),
與我一同坐監的亞里達古問你們安。巴拿巴的表弟馬可也問你們安。(說到這馬可、你們已經受了吩咐.他若到了你們那裏、你們就接待他。)

4:11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
耶數又稱爲猶士都、也問你們安.奉割禮的人中、只有這三個人、是爲神的國與我一同作工的、也是叫我心裏得安慰的。

4:12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
有你們那裏的人、作基督耶穌僕人的以巴弗問你們安。他在禱告之間、常爲你們竭力的祈求、願你們在神一切的旨意上、得以完全、信心充足、能站立得穩。

4:13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
他爲你們和老底嘉並希拉波立的弟兄、多多的勞苦.這是我可以給他作見證的。

4:14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
所親愛的醫生路加、和底馬問你們安。

4:15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν.
請問老底嘉的弟兄和寧法、並他家裏的教會安。

4:16 καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
你們念了這書信、便交給老底嘉的教會、叫他們也念.你們也要念從老底嘉來的書信。

4:17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
要對亞基布說、務要謹愼、盡你從主所受的職分。

4:18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ’ ὑμῶν.
我保羅親筆問你們安。你們要記念我的捆鎖。願恩惠常與你們同在。

← 歌羅西書 3 章