οὔπω 還沒有、還不、從來沒有
Strong G3768・副詞・新約出現 26 次・英文:not yet
中文義項
- 還沒有;還不;從來沒有;尚未:時間沒有延伸到並超過一個預期的點(26 次)
not yet.
字形
- οὔπω 副詞(25 次)
- Οὔπω 副詞(1 次)
出處
馬太福音 16:9 οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε;
你們還不明白麼、不記得那五個餅、分給五千人、又收拾了多少籃子的零碎麼.
馬太福音 24:6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος.
你們也要聽見打仗和打仗的風聲、總不要驚慌.因爲這些事是必須有的.只是末期還沒有到。
馬可福音 4:40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; οὔπω ἔχετε πίστιν;
耶穌對他們說、爲甚麼膽怯.你們還沒有信心麼。
馬可福音 8:17 καὶ γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
耶穌看出來、就說、你們爲甚麼因爲沒有餅就議論呢。你們還不省悟、還不明白麼.你們的心還是愚頑麼。
馬可福音 8:21 καὶ ἔλεγεν αὐτοῖς· Οὔπω συνίετε;
耶穌說、你們還是不明白麼。
馬可福音 11:2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε.
對他們說、你們往對面村子裏去.一進去的時候、必看見一匹驢駒拴在那裏、是從來沒有人騎過的、可以解開牽來。
馬可福音 13:7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
你們聽見打仗、和打仗的風聲、不要驚慌.這些事是必須有的、只是末期還沒有到.
路加福音 23:53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
就取下來用細麻布裹好、安放在石頭鑿成的墳墓裏、那裏頭從來沒有葬過人。
約翰福音 2:4 καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
耶穌說、母親、(原文作婦人)我與你有甚麼相干.我的時候還沒有到。
約翰福音 3:24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
那時約翰還沒有下在監裏。
約翰福音 6:17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
上了船、要過海往迦百農去。天已經黑了、耶穌還沒有來到他們那裏。
約翰福音 7:6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
耶穌就對他們說、我的時候還沒有到.你們的時候常是方便的。
約翰福音 7:8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
你們上去過節罷.我現在不上去過這節.因爲我的時候還沒有滿。
約翰福音 7:30 ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
他們就想要捉拿耶穌.只是沒有人下手、因爲他的時候還沒有到。
約翰福音 7:39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
耶穌這話是指着信他之人、要受聖靈說的、那時還沒有賜下聖靈來.因爲耶穌尚未得着榮耀。
約翰福音 8:20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
這些話是耶穌在殿裏的庫房、教訓人時所說的.也沒有人拿他、因爲他的時候還沒有到。
約翰福音 8:57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
猶太人說、你還沒有五十歲、豈見過亞伯拉罕呢。
約翰福音 11:30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
那時、耶穌還沒有進村子、仍在馬大迎接他的地方。
約翰福音 20:17 λέγει αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
耶穌說、不要摸我.因我還沒有升上去見我的父.你往我弟兄那裏去、告訴他們說、我要升上去、見我的父、也是你們的父.見我的神、也是你們的神。
哥林多前書 3:2 γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε,
我是用奶餧你們、沒有用飯餧你們.那時你們不能喫、就是如今還是不能。
哥林多前書 8:2 εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι·
若有人以爲自己知道甚麼、按他所當知道的、他仍是不知道.
希伯來書 2:8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν τῷ γὰρ ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
叫萬物都服在他的脚下。』旣叫萬物都服他、就沒有剩下一樣不服他的。只是如今我們還不見萬物都服他。
希伯來書 12:4 οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
你們與罪惡相爭、還沒有抵擋到流血的地步。
約翰一書 3:2 ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
親愛的弟兄阿、我們現在是神的兒女、將來如何、還未顯明.但我們知道主若顯現、我們必要像他.因爲必得見他的眞體。
啟示錄 17:10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι,
又是七位王.五位已經傾倒了、一位還在、一位還沒有來到.他來的時候、必須暫時存留。
啟示錄 17:12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.
你所看見的那十角、就是十王.他們還沒有得國.但他們一時之間、要和獸同得權柄與王一樣。