πέτρα 磐石、基岩

Strong G4073・名詞・新約出現 15 次・英文:rock

中文義項

  1. 磐石;基岩:基岩(可能覆蓋著一層薄土),懸崖峭壁,或大山的山架,對比於一塊一塊分開的岩石,即通常稱為 λίθος 的(15 次)

a rock, ledge, cliff, cave, stony ground.

字形

出處

馬太福音 7:24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
所以凡聽見我這話就去行的、好比一個聰明人、把房子蓋在磐石上。

馬太福音 7:25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
雨淋、水沖、風吹、撞着那房子、房子總不倒塌.因爲根基立在磐石上。

馬太福音 16:18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς·
我還告訴你、你是彼得、我要把我的教會建造在這磐石上.陰間的權柄、不能勝過他。(權柄原文作門)

馬太福音 27:51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
忽然殿裏的幔子、從上到下裂爲兩半.地也震動.磐石也崩裂.

馬太福音 27:60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
安放在自己的新墳墓裏、就是他鑿在磐石裏的.他又把大石頭輥到墓門口、就去了。

馬可福音 15:46 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
約瑟買了細麻布、把耶穌取下來、用細麻布裹好、安放在磐石中鑿出來的墳墓裏.又輥過一塊石頭來擋住墓門。

路加福音 6:48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν.
他像一個人蓋房子、深深的挖地、把根基安在磐石上.到發大水的時候、水沖那房子、房子總不能搖動.因爲根基立在磐石上。(有古卷作因爲蓋造得好)

路加福音 8:6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
有落在磐石上的、一出來就枯乾了、因爲得不着滋潤。

路加福音 8:13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
那些在磐石上的、就是人聽道、歡喜領受、但心中沒有根、不過暫時相信、及至遇見試煉就退後了。

羅馬書 9:33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
就如經上所記、『我在錫安放一塊絆脚的石頭、跌人的磐石.信靠他的人必不至於羞愧。』

哥林多前書 10:4 καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός·
也都喝了一樣的靈水.所喝的是出於隨着他們的靈磐石.那磐石就是基督。

哥林多前書 10:4 καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός·
也都喝了一樣的靈水.所喝的是出於隨着他們的靈磐石.那磐石就是基督。

彼得前書 2:8 καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.
又說、『作了絆脚的石頭、跌人的磐石。』他們旣不順從、就在道理上絆跌.(或作他們絆跌都因不順從道理)他們這樣絆跌也是豫定的。

啟示錄 6:15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·
地上的君王、臣宰、將軍、富戶、壯士、和一切爲奴的、自主的、都藏在山洞、和巖石穴裏.

啟示錄 6:16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
向山和巖石說、倒在我們身上罷、把我們藏起來、躱避坐寶座者的面目、和羔羊的忿怒.