以弗所書 第 3 章 希臘文原文與和合本

3:1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—
因此、我保羅爲你們外邦人作了基督耶穌被囚的、替你們祈禱.(此句乃照對十四節所加)

3:2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς·
諒必你們曾聽見神賜恩給我、將關切你們的職分託付我、

3:3 κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
用啟示使我知道福音的奧祕、正如我以前畧畧寫過的.

3:4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,
你們念了、就能曉得我深知基督的奧祕.

3:5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
這奧祕在以前的世代、沒有叫人知道、像如今藉着聖靈啟示他的聖使徒和先知一樣.

3:6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου,
這奧祕就是外邦人在基督耶穌裏、藉着福音、得以同爲後嗣、同爲一體、同蒙應許。

3:7 οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ—
我作了這福音的執事、是照神的恩賜.這恩賜是照他運行的大能賜給我的.

3:8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ,
我本來比衆聖徒中最小的還小.然而他還賜我這恩典、叫我把基督那測不透的豐富、傳給外邦人.

3:9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι,
又使衆人都明白、這歷代以來隱藏在創造萬物之神裏的奧祕、是如何安排的.

3:10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,
爲要藉着教會、使天上執政的、掌權的、現在得知神百般的智慧.

3:11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
這是照神從萬世以前、在我們主基督耶穌裏所定的旨意。

3:12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.
我們因信耶穌、就在他裏面放膽無懼、篤信不疑的來到神面前。

3:13 διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
所以我求你們、不要因我爲你們所受的患難喪膽.這原是你們的榮耀。

3:14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα,
因此。我在父面前屈膝、

3:15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
(天上地上的各(或作全)家、都是從他得名)

3:16 ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
求他按着他豐盛的榮耀、藉着他的靈、叫你們心裏的力量剛強起來、

3:17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι,
使基督因你們的信、住在你們心裏、叫你們的愛心、有根有基、

3:18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος,
能以和衆聖徒一同明白基督的愛、是何等長闊高深、

3:19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
並知道這愛是過於人所能測度的、便叫神一切所充滿的、充滿了你們。

3:20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
神能照着運行在我們心裏的大力、充充足足的成就一切超過我們所求所想的.

3:21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
但願他在教會中、並在基督耶穌裏、得着榮耀、直到世世代代、永永遠遠。阿們。

← 以弗所書 2 章 以弗所書 4 章 →