哥林多後書 第 7 章 希臘文原文與和合本

7:1 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
親愛的弟兄阿、我們旣有這等應許、就當潔淨自己、除去身體靈魂一切的汚穢、敬畏神、得以成聖。

7:2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
你們要心地寬大收納我們.我們未曾虧負誰、未曾敗壞誰、未曾佔誰的便宜。

7:3 πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
我說這話、不是要定你們的罪.我已經說過、你們常在我們心裏、情願與你們同生同死。

7:4 πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
我大大的放膽、向你們說話.我因你們多多誇口、滿得安慰.我們在一切患難中分外的快樂。

7:5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι—
我們從前就是到了馬其頓的時候、身體也不得安寧、周圍遭患難、外有爭戰、內有懼怕.

7:6 ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
但那安慰喪氣之人的神、藉着提多來安慰了我們.

7:7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
不但藉着他來、也藉着他從你們所得的安慰、安慰了我們.因他把你們的想念、哀慟、和向我的熱心、都告訴了我、叫我更加歡喜。

7:8 ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην (βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς),
我先前寫信叫你們憂愁.我後來雖然懊悔、如今卻不懊悔.因我知道那信叫你們憂愁、不過是暫時的。

7:9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
如今我歡喜、不是因你們憂愁、是因你們從憂愁中生出懊悔來.你們依着神的意思憂愁、凡事就不至於因我們受虧損了。

7:10 ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
因爲依着神的意思憂愁、就生出沒有後悔的懊悔來、以致得救.但世俗的憂愁、是叫人死。

7:11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
你看、你們依着神的意思憂愁、從此就生出何等的殷勤、自訴、自恨、恐懼、想念、熱心、責罰.(或作自責)在這一切事上你們都表明自己是潔淨的。

7:12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ 1ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
我雖然從前寫信給你們、卻不是爲那虧負人的、也不是爲那受人虧負的、乃要在神面前、把你們顧念我們的熱心、表明出來。

7:13 διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
故此我們得了安慰、並且在安慰之中、因你們衆人使提多心裏暢快歡喜、我們就更加歡喜了。

7:14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
我若對提多誇獎了你們甚麼、也覺得沒有慚愧.因我對提多誇獎你們的話、成了眞的.正如我對你們所說的話、也都是眞的。

7:15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
並且提多想起你們衆人的順服、是怎樣恐懼戰兢的接待他、他愛你們的心腸就越發熱了。

7:16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
我如今歡喜、能在凡事上爲你們放心。

← 哥林多後書 6 章 哥林多後書 8 章 →