哥林多後書 第 6 章 希臘文原文與和合本
6:1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς·
我們與神同工的、也勸你們、不可徒受他的恩典.
6:2 λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·
因爲他說、『在悅納的時候、我應允了你.在拯救的日子、我搭救了你。』看哪、現在正是悅納的時候、現在正是拯救的日子。
6:3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία,
我們凡事都不叫人有妨礙、免得這職分被人毀謗.
6:4 ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
反倒在各樣的事上、表明自己是神的用人、就如在許多的忍耐、患難、窮乏、困苦、
6:5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
鞭打、監禁、擾亂、勤勞、儆醒、不食、
6:6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
廉潔、知識、恆忍、恩慈、聖靈的感化、無僞的愛心、
6:7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
眞實的道理、神的大能.仁義的兵器在左在右.
6:8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς,
榮耀羞辱、惡名美名.似乎是誘惑人的、卻是誠實的.
6:9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι,
似乎不爲人所知、卻是人所共知的.似乎要死、卻是活着的.似乎受責罰、卻是不至喪命的.
6:10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
似乎憂愁、卻是常常快樂的.似乎貧窮、卻是叫許多人富足的.似乎一無所有、卻是樣樣都有的。
6:11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται·
哥林多人哪、我們向你們、口是張開的、心是寬宏的。
6:12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν·
你們狹窄、原不在乎我們、是在乎自己的心腸狹窄。
6:13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς.
你們也要照樣用寬宏的心報答我.我這話正像對自己的孩子說的。
6:14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
你們和不信的原不相配、不要同負一軛.義和不義有甚麼相交呢.光明和黑暗有甚麼相通呢.
6:15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
基督和彼列(彼列就是撒但的別名)有甚麼相和呢.信主的和不信主的有甚麼相干呢.
6:16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.
神的殿和偶像有甚麼相同呢.因爲我們是永生神的殿.就如神曾說、『我要在他們中間居住、在他們中間來往.我要作他們的神、他們要作我的子民。』
6:17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς·
又說、『你們務要從他們中間出來、與他們分別、不要沾不潔淨的物、我就收納你們。
6:18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.
我要作你們的父、你們要作我的兒女。』這是全能的主說的。