γρηγορέω 警醒、警惕、留意

Strong G1127・動詞・新約出現 22 次・英文:I am awake, am vigilant, watch

中文義項

  1. 保持清醒;保持醒著的;警醒:由於需要繼續保持警覺而保持清醒(11 次)
  2. 警醒;警惕;留意;留心;當心:(γρηγορέω「保持清醒」 的引申喻意)持續地準備好和警覺地去學習(12 次)
  3. 仍然活著;活著:(γρηγορέω「保持清醒」 的引申喻意)仍然活著和保持警覺(1 次)

(a) I am awake (in the night), watch, (b) I am watchful, on the alert, vigilant.

字形

出處

馬太福音 24:42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
所以你們要儆醒、因爲不知道你們的主是那一天來到。

馬太福音 24:43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
家主若知道幾更天有賊來、就必儆醒、不容人挖透房屋.這是你們所知道的。

馬太福音 25:13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.
所以你們要儆醒、因爲那日子、那時辰、你們不知道。

馬太福音 26:38 τότε λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.
便對他們說、我心裏甚是憂傷、幾乎要死.你們在這裏等候、和我一同儆醒。

馬太福音 26:40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;
來到門徒那裏、見他們睡着了、就對彼得說、怎麼樣、你們不能同我儆醒片時麼。

馬太福音 26:41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
總要儆醒禱告、免得入了迷惑.你們心靈固然願意、肉體卻輭弱了。

馬可福音 13:34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
這事正如一個人離開本家、寄居外邦、把權柄交給僕人、分派各人當作的工、又吩咐看門的儆醒。

馬可福音 13:35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
所以你們要儆醒、因爲你們不知道家主甚麼時候來、或晚上、或半夜、或雞叫、或早晨。

馬可福音 13:37 ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
我對你們所說的話、也是對衆人說、要儆醒。

馬可福音 14:34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
對他們說、我心裏甚是憂傷、幾乎要死.你們在這裏、等候儆醒。

馬可福音 14:37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
耶穌回來、見他們睡着了、就對彼得說、西門、你睡覺麼。不能儆醒片時麼。

馬可福音 14:38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
總要儆醒禱告、免得入了迷惑.你們心靈固然願意、肉體卻輭弱了。

路加福音 12:37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.
主人來了、看見僕人儆醒、那僕人就有福了.我實在告訴你們、主人必叫他們坐席、自己束上帶、進前伺候他們。

使徒行傳 20:31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
所以你們應當儆醒、記念我三年之久、晝夜不住的流淚、勸戒你們各人。

哥林多前書 16:13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
你們務要儆醒、在眞道上站立得穩、要作大丈夫、要剛強。

歌羅西書 4:2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
你們要恆切禱告、在此儆醒感恩.

帖撒羅尼迦前書 5:6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
所以我們不要睡覺、像別人一樣、總要儆醒謹守。

帖撒羅尼迦前書 5:10 τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
他替我們死、叫我們無論醒着睡着、都與他同活。

彼得前書 5:8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν·
務要謹守、儆醒.因爲你們的仇敵魔鬼、如同吼叫的獅子、徧地遊行、尋找可吞喫的人.

啟示錄 3:2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
你要儆醒、堅固那剩下將要衰微的.(衰微原文作死)因我見你的行爲、在我神面前、沒有一樣是完全的。

啟示錄 3:3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ·
所以要回想你是怎樣領受、怎樣聽見的.又要遵守、並要悔改。若不儆醒、我必臨到你那裏如同賊一樣.我幾時臨到、你也決不能知道。

啟示錄 16:15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ—
(看哪、我來像賊一樣。那儆醒、看守衣服、免得赤身而行、叫人見他羞恥的、有福了。)