κατηγορέω 控告

Strong G2723・動詞・新約出現 22 次・英文:I accuse, charge, prosecute

中文義項

  1. 控告:對某人提出嚴重的控告或指控,可能有訴諸法律或告上法庭的含義(23 次)

I accuse, charge, prosecute.

字形

出處

馬太福音 12:10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
那裏有一個人枯乾了一隻手。有人問耶穌說、安息日治病、可以不可以.意思是要控告他。

馬太福音 27:12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
他被祭司長和長老控告的時候、甚麼都不回答。

馬可福音 3:2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
衆人窺探耶穌、在安息日醫治不醫治、意思是要控告耶穌。

馬可福音 15:3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
祭司長告他許多的事。

馬可福音 15:4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
彼拉多又問他說、你看、他們告你這麼多的事、你甚麼都不回答麼。

路加福音 6:7 παρετηροῦντο δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.
文士和法利賽人窺探耶穌、在安息日治病不治病.要得把柄去告他。

路加福音 23:2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα αὑτὸν χριστὸν βασιλέα εἶναι.
就告他說、我們見這人誘惑國民、禁止納稅給該撒、並說自己是基督、是王。

路加福音 23:10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
祭司長和文士、都站着極力的告他。

路加福音 23:14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ.
就對他們說、你們解這人到我這裏、說他是誘惑百姓的.看哪、我也曾將你們告他的事、在你們面前審問他、並沒有查出他甚麼罪來.

約翰福音 5:45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
不要想我在父面前要告你們.有一位告你們的、就是你們所仰賴的摩西。

約翰福音 5:45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
不要想我在父面前要告你們.有一位告你們的、就是你們所仰賴的摩西。

使徒行傳 22:30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
第二天、千夫長爲要知道猶太人控告保羅的實情、便解開他、吩咐祭司長和全公會的人、都聚集、將保羅帶下來、叫他站在他們面前。

使徒行傳 24:2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
保羅被提了來、帖土羅就告他說、

使徒行傳 24:8 παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
你自己究問他、就可以知道我們告他的一切事了。

使徒行傳 24:13 οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
他們現在所告我的事、並不能對你證實了。

使徒行傳 24:19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ,
他們若有告我的事、就應當到你面前來告我。

使徒行傳 25:5 Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
又說、你們中間有權勢的人、與我一同下去、那人若有甚麼不是、就可以告他。

使徒行傳 25:11 εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
我若行了不義的事、犯了甚麼該死的罪、就是死、我也不辭.他們所告我的事若都不實、就沒有人可以把我交給他們。我要上告於該撒。

使徒行傳 25:16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
我對他們說、無論甚麼人、被告還沒有和原告對質、未得機會分訴所告他的事、就先定他的罪、這不是羅馬人的條例。

使徒行傳 28:19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
無奈猶太人不服、我不得已、只好上告於該撒.並非有甚麼事、要控告我本國的百姓。

羅馬書 2:15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
這是顯出律法的功用刻在他們心裏、他們是非之心同作見證、並且他們的思念互相較量、或以爲是、或以爲非)

啟示錄 12:10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
我聽見在天上有大聲音說、我神的救恩、能力、國度、並他基督的權柄、現在都來到了.因爲那在我們神面前晝夜控告我們弟兄的、已經被摔下去了。