κἀκεῖνος 那、那個

Strong G2548・指示代名詞・新約出現 22 次・英文:and he, she, it, and that

中文義項

  1. 那;那個:指一個實體,在講論背景下被視為不在場(22 次)

and he, she, it, and that.

字形

出處

馬太福音 15:18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
惟獨出口的、是從心裏發出來的、這纔汚穢人。

馬太福音 23:23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們將薄荷、茴香、芹菜、獻上十分之一.那律法上更重的事、就是公義、憐憫、信實、反倒不行了.這更重的是你們當行的、那也是不可不行的。

馬可福音 12:4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.
再打發一個僕人到他們那裏.他們打傷他的頭、並且凌辱他。

馬可福音 12:5 καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες.
又打發一個僕人去.他們就殺了他。後又打發好些僕人去.有被他們打的、有被他們殺的。

馬可福音 16:11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν.
他們聽見耶穌活了、被馬利亞看見、卻是不信。

馬可福音 16:13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
他們就去告訴其餘的門徒.其餘的門徒、也是不信。

路加福音 11:7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
那人在裏面回答說、不要攪擾我.門已經關閉、孩子們也同我在牀上了.我不能起來給你。

路加福音 11:42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι.
你們法利賽人有禍了.因爲你們將薄荷芸香、並各樣菜蔬、獻上十分之一、那公義和愛神的事、反倒不行了.這原是你們當行的、那也是不可不行的。

路加福音 20:11 καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
又打發一個僕人去.他們也打了他、並且凌辱他、叫他空手回去。

路加福音 22:12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
他必指給你們擺設整齊的一間大樓、你們就在那裏豫備。

約翰福音 6:57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.
永活的父怎樣差我來、我又因父活着、照樣、喫我肉的人、也要因我活着。

約翰福音 7:29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
我卻認識他.因爲我是從他來的、他也是差了我來。

約翰福音 10:16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
我另外有羊、不是這圈裏的.我必須領他們來、他們也要聽我的聲音.並且要合成一羣、歸一個牧人了。

約翰福音 14:12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι·
我實實在在的告訴你們、我所作的事、信我的人也要作.並且要作比這更大的事.因爲我往父那裏去。

約翰福音 17:24 πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
父阿、我在那裏、願你所賜給我的人、也同我在那裏、叫他們看見你所賜給我的榮耀.因爲創立世界以前、你已經愛我了。

使徒行傳 5:37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
此後報名上册的時候、又有加利利的猶大起來、引誘些百姓跟從他、他也滅亡、附從他的人也都四散了。

使徒行傳 15:11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.
我們得救、乃是因主耶穌的恩、和他們一樣、這是我們所信的。

使徒行傳 18:19 κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις.
到了以弗所、保羅就把他們留在那裏、自己進了會堂、和猶太人辯論。

羅馬書 11:23 κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.
而且他們若不是長久不信、仍要被接上.因爲神能彀把他們從新接上。

哥林多前書 10:6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
這些事都是我們的鑑戒、叫我們不要貪戀惡事、像他們那樣貪戀的。

提摩太後書 2:12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
我們若能忍耐、也必和他一同作王.我們若不認他、他也必不認我們.

希伯來書 4:2 καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.
因爲有福音傳給我們、像傳給他們一樣.只是所聽見的道與他們無益、因爲他們沒有信心與所聽見的道調和。