希伯來書 第 2 章 希臘文原文與和合本

2:1 Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
所以我們當越發鄭重所聽見的道理、恐怕我們隨流失去。

2:2 εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
那藉着天使所傳的話、旣是確定的、凡干犯悖逆的、都受了該受的報應.

2:3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
我們若忽畧這麼大的救恩、怎能逃罪呢.這救恩起先是主親自講的、後來是聽見的人給我們證實了.

2:4 συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;
神又按自己的旨意、用神蹟奇事、和百般的異能、並聖靈的恩賜、同他們作見證。

2:5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν·
我們所說將來的世界、神原沒有交給天使管轄。

2:6 διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
但有人在經上某處證明說、『人算甚麼、你竟顧念他、世人算甚麼、你竟眷顧他.

2:7 ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
你叫他比天使微小一點、(或作你叫他暫時比天使小)賜他榮耀尊貴爲冠冕、並將你手所造的都派他管理.

2:8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν τῷ γὰρ ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
叫萬物都服在他的脚下。』旣叫萬物都服他、就沒有剩下一樣不服他的。只是如今我們還不見萬物都服他。

2:9 τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
惟獨見那成爲比天使小一點的耶穌、(或作惟獨見耶穌暫時比天使小)因爲受死的苦、就得了尊貴榮耀爲冠冕、叫他因着神的恩、爲人人嘗了死味。

2:10 Ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
原來那爲萬物所屬、爲萬物所本的、要領許多的兒子進榮耀裏去、使救他們的元帥、因受苦難得以完全、本是合宜的。

2:11 ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,
因那使人成聖的、和那些得以成聖的、都是出於一.所以他稱他們爲弟兄、也不以爲恥、

2:12 λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
說、『我要將你的名傳與我的弟兄、在會中我要頌揚你。』

2:13 καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.
又說、『我要倚賴他。』又說、『看哪、我與神所給我的兒女。』

2:14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον,
兒女旣同有血肉之體、他也照樣親自成了血肉之體.特要藉着死、敗壞那掌死權的就是魔鬼.

2:15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
並要釋放那些一生因怕死而爲奴僕的人。

2:16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
他並不救拔天使、乃是救拔亞伯拉罕的後裔。

2:17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·
所以他凡事該與他的弟兄相同、爲要在神的事上、成爲慈悲忠信的大祭司、爲百姓的罪獻上挽回祭。

2:18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
他自己旣然被試探而受苦、就能搭救被試探的人。

← 希伯來書 1 章 希伯來書 3 章 →