希伯來書 第 3 章 希臘文原文與和合本

3:1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,
同蒙天召的聖潔弟兄阿、你們應當思想我們所認爲使者、爲大祭司的耶穌.

3:2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ.
他爲那設立他的盡忠、如同摩西在神的全家盡忠一樣。

3:3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
他比摩西算是更配多得榮耀、好像建造房屋的比房屋更尊榮。

3:4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.
因爲房屋都必有人建造.但建造萬物的就是神。

3:5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
摩西爲僕人、在神的全家誠然盡忠、爲要證明將來必傳說的事.

3:6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ὃς οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
但基督爲兒子、治理神的家.我們若將可誇的盼望和膽量、堅持到底、便是他的家了。

3:7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
聖靈有話說、『你們今日若聽他的話、

3:8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
就不可硬着心、像在曠野惹他發怒、試探他的時候一樣.

3:9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου
在那裏、你們的祖宗試我探我、並且觀看我的作爲、有四十年之久。

3:10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
所以我厭煩那世代的人、說、他們心裏常常迷糊、竟不曉得我的作爲.

3:11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
我就在怒中起誓說、他們斷不可進入我的安息。』

3:12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
弟兄們、你們要謹愼、免得你們中間、或有人存着不信的惡心、把永生神離棄了.

3:13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
總要趁着還有今日、天天彼此相勸、免得你們中間、有人被罪迷惑、心裏就剛硬了。

3:14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
我們若將起初確實的信心、堅持到底、就在基督裏有分了。

3:15 ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
經上說、『你們今日若聽他的話、就不可硬着心、像惹他發怒的日子一樣。』

3:16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
那時聽見他話惹他發怒的是誰呢.豈不是跟着摩西從埃及出來的衆人麼。

3:17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
神四十年之久、又厭煩誰呢.豈不是那些犯罪屍首倒在曠野的人麼。

3:18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
又向誰起誓、不容他們進入他的安息呢.豈不是向那些不信從的人麼。

3:19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.
這樣看來、他們不能進入安息、是因爲不信的緣故了。

← 希伯來書 2 章 希伯來書 4 章 →