提摩太前書 第 2 章 希臘文原文與和合本
2:1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
我勸你第一要爲萬人懇求、禱告、代求、祝謝.
2:2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
爲君王和一切在位的也該如此.使我們可以敬虔端正、平安無事的度日。
2:3 τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
這是好的、在神我們救主面前可蒙悅納。
2:4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
他願意萬人得救、明白眞道.
2:5 εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,
因爲只有一位神、在神和人中間、只有一位中保、乃是降世爲人的基督耶穌。
2:6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
他捨自己作萬人的贖價.到了時候、這事必證明出來。
2:7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
我爲此奉派、作傳道的、作使徒、作外邦人的師傅、教導他們相信、學習眞道。我說的是眞話、並不是謊言。
2:8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
我願男人無忿怒、無爭論、(爭論或作疑惑)舉起聖潔的手、隨處禱告。
2:9 ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
又願女人廉恥、自守、以正派衣裳爲妝飾、不以編髮、黃金、珍珠、和貴價的衣裳爲妝飾.
2:10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν.
只要有善行.這纔與自稱是敬神的女人相宜。
2:11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
女人要沉靜學道、一味的順服。
2:12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.
我不許女人講道、也不許他轄管男人、只要沉靜。
2:13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·
因爲先造的是亞當、後造的是夏娃。
2:14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν.
且不是亞當被引誘、乃是女人被引誘、陷在罪裏。
2:15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
然而女人若常存信心愛心、又聖潔自守、就必在生產上得救。