提摩太前書 第 3 章 希臘文原文與和合本
3:1 Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
人若想要得監督的職分、就是羨慕善工.這話是可信的.
3:2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
作監督的、必須無可指責、只作一個婦人的丈夫、有節制、自守、端正、樂意接待遠人、善於教導.
3:3 μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
不因酒滋事、不打人、只要溫和、不爭競、不貪財.
3:4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος·
好好管理自己的家、使兒女凡事端莊順服。(或作端端莊莊的使兒女順服)
3:5 (εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται;)
人若不知道管理自己的家、焉能照管神的教會呢。
3:6 μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
初入教的不可作監督、恐怕他自高自大、就落在魔鬼所受的刑罰裏。
3:7 δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
監督也必須在教外有好名聲、恐怕被人毀謗、落在魔鬼的網羅裏。
3:8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
作執事的也是如此、必須端莊、不一口兩舌、不好喝酒、不貪不義之財.
3:9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
要存清潔的良心、固守眞道的奧祕。
3:10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
這等人也要先受試驗.若沒有可責之處、然後叫他們作執事。
3:11 γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
女執事(原文作女人)也是如此、必須端莊、不說讒言、有節制、凡事忠心。
3:12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων·
執事只要作一個婦人的丈夫、好好管理兒女和自己的家。
3:13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
因爲善作執事的、自己就得到美好的地步、並且在基督耶穌裏的眞道上大有膽量。
3:14 Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει,
我指望快到你那裏去、所以先將這些事寫給你.
3:15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας·
倘若我躭延日久、你也可以知道在神的家中當怎樣行.這家就是永生神的教會、眞理的柱石和根基。
3:16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.
大哉、敬虔的奧祕、無人不以爲然.就是神在肉身顯現、被聖靈稱義、(或作在靈性稱義)被天使看見、被傳於外邦、被世人信服、被接在榮耀裏。