提摩太前書 第 4 章 希臘文原文與和合本
4:1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων
聖靈明說、在後來的時候、必有人離棄眞道、聽從那引誘人的邪靈、和鬼魔的道理。
4:2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
這是因爲說謊之人的假冒.這等人的良心、如同被熱鐵烙慣了一般。
4:3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
他們禁止嫁娶、又禁戒食物、(或作又叫人戒葷)就是神所造叫那信而明白眞道的人、感謝着領受的。
4:4 ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,
凡神所造的物、都是好的.若感謝着領受、就沒有一樣可棄的.
4:5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
都因神的道和人的祈求、成爲聖潔了。
4:6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας,
你若將這些事題醒弟兄們、便是基督耶穌的好執事、在眞道的話語、和你向來所服從的善道上、得了教育。
4:7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
只是要棄絕那世俗的言語、和老婦荒渺的話、在敬虔上操練自己。
4:8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
操練身體、益處還少.惟獨敬虔、凡事都有益處.因有今生和來生的應許.
4:9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος,
這話是可信的、是十分可佩服的。
4:10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
我們勞苦努力、正是爲此.因我們的指望在乎永生的神.他是萬人的救主、更是信徒的救主。
4:11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
這些事你要吩咐人、也要教導人。
4:12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
不可叫人小看你年輕.總要在言語、行爲、愛心、信心、清潔上.都作信徒的榜樣。
4:13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
你要以宣讀、勸勉、教導爲念、直等到我來。
4:14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
你不要輕忽所得的恩賜、就是從前藉着豫言、在衆長老按手的時候、賜給你的。
4:15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν·
這些事你要殷勤去作、並要在此專心、使衆人看出你的長進來。
4:16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
你要謹愼自己和自己的教訓、要在這些事上恆心.因爲這樣行、又能救自己、又能救聽你的人。