παρουσία 來、到達、到臨

Strong G3952・名詞・新約出現 24 次・英文:presence, a coming, arrival, advent

中文義項

  1. 親臨;出席;在場:某個物體出現在某個地方(7 次)
  2. 來;到達;到臨:來到某個地方(21 次)

(a) presence, (b) a coming, an arrival, advent, especially of the second coming of Christ.

字形

出處

馬太福音 24:3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος.
耶穌在橄欖山上坐着、門徒暗暗的來說、請告訴我們、甚麼時候有這些事.你降臨和世界的末了、有甚麼豫兆呢。

馬太福音 24:27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
閃電從東邊發出、直照到西邊.人子降臨、也要這樣。

馬太福音 24:37 ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
挪亞的日子怎樣、人子降臨也要怎樣。

馬太福音 24:39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
不知不覺洪水來了、把他們全都沖去.人子降臨也要這樣。

哥林多前書 15:23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
但各人是按着自己的次序復活。初熟的果子是基督.以後在他來的時候、是那些屬基督的。

哥林多前書 16:17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
司提反、和福徒拿都、並亞該古、到這裏來、我很喜歡.因爲你們待我有不及之處、他們補上了。

哥林多後書 7:6 ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
但那安慰喪氣之人的神、藉着提多來安慰了我們.

哥林多後書 7:7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
不但藉着他來、也藉着他從你們所得的安慰、安慰了我們.因他把你們的想念、哀慟、和向我的熱心、都告訴了我、叫我更加歡喜。

哥林多後書 10:10 ὅτι Αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.
因爲有人說、他的信、又沉重、又利害.及至見面、卻是氣貌不揚、言語粗俗的。

腓立比書 1:26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
叫你們在基督耶穌裏的歡樂、因我再到你們那裏去、就越發加增。

腓立比書 2:12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,
這樣看來、我親愛的弟兄、你們旣是常順服的、不但我在你們那裏、就是我如今不在你們那裏、更是順服的、就當恐懼戰兢、作成你們得救的工夫.

帖撒羅尼迦前書 2:19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως— ἢ οὐχὶ καὶ ὑμεῖς— ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
我們的盼望和喜樂、並所誇的冠冕、是甚麼呢.豈不是我們主耶穌來的時候你們在他面前站立得住麼。

帖撒羅尼迦前書 3:13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.
好使你們、當我們主耶穌同他衆聖徒來的時候、在我們父神面前、心裏堅固、成爲聖潔、無可責備。

帖撒羅尼迦前書 4:15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
我們現在照主的話告訴你們一件事.我們這活着還存留到主降臨的人、斷不能在那已經睡了的人之先.

帖撒羅尼迦前書 5:23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
願賜平安的神、親自使你們全然成聖.又願你們的靈、與魂、與身子、得蒙保守、在我主耶穌基督降臨的時候、完全無可指摘。

帖撒羅尼迦後書 2:1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν,
弟兄們、論到我們主耶穌基督降臨、和我們到他那裏聚集、

帖撒羅尼迦後書 2:8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
那時這不法的人、必顯露出來.主耶穌要用口中的氣滅絕他、用降臨的榮光廢掉他。

帖撒羅尼迦後書 2:9 οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
這不法的人來、是照撒但的運動、行各樣的異能神蹟、和一切虛假的奇事、

雅各書 5:7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
弟兄們哪、你們要忍耐、直到主來。看哪、農夫忍耐等候地裏寶貴的出產、直到得了秋雨春雨。

雅各書 5:8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
你們也當忍耐、堅固你們的心.因爲主來的日子近了。

彼得後書 1:16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
我們從前、將我們主耶穌基督的大能、和他降臨的事、告訴你們、並不是隨從乖巧捏造的虛言、乃是親眼見過他的威榮。

彼得後書 3:4 καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως.
主要降臨的應許在哪裏呢.因爲從列祖睡了以來、萬物與起初創造的時候仍是一樣。

彼得後書 3:12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται·
切切仰望神的日子來到.在那日天被火燒就銷化了、有形質的都要被烈火鎔化。

約翰一書 2:28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
小子們哪、你們要住在主裏面.這樣、他若顯現、我們就可以坦然無懼.當他來的時候、在他面前也不至於慚愧。