σκηνή 帳幕、會幕、帳棚
Strong G4633・名詞・新約出現 20 次・英文:a tent, tabernacle
中文義項
- 帳棚:一種用布和/或獸皮搭建的帳棚,用桿子撐起並用繩子繫緊在木樁上,可以拆卸,方便攜帶(6 次)
- 帳幕;會幕:在聖殿建成之前,猶太人用於聚集敬拜的大型帳幕(14 次)
a tent, booth, tabernacle, abode, dwelling, mansion, habitation.
字形
- σκηνὴν 名詞 直接受格 單數 陰性(5 次)
- σκηνὴ 名詞 主格 單數 陰性(4 次)
- σκηνῆς 名詞 所有格 單數 陰性(4 次)
- σκηνάς 名詞 直接受格 複數 陰性(3 次)
- σκηνὰς 名詞 直接受格 複數 陰性(1 次)
- σκηνήν 名詞 直接受格 單數 陰性(1 次)
- σκηναῖς 名詞 間接受格 複數 陰性(1 次)
- σκηνῇ 名詞 間接受格 單數 陰性(1 次)
出處
馬太福音 17:4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
彼得對耶穌說、主阿、我們在這裏眞好.你若願意、我就在這裏搭三座棚、一座爲你、一座爲摩西、一座爲以利亞。
馬可福音 9:5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
彼得對耶穌說、拉比、(拉比就是夫子)我們在這裏眞好.可以搭三座棚、一座爲你、一座爲摩西、一座爲以利亞。
路加福音 9:33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
二人正要和耶穌分離的時候、彼得對耶穌說、夫子、我們在這裏眞好、可以搭三座棚、一座爲你、一座爲摩西、一座爲以利亞.他卻不知道所說的是甚麼。
路加福音 16:9 καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
我又告訴你們、要藉着那不義的錢財、結交朋友.到了錢財無用的時候、他們可以接你們到永存的帳幕裏去。
使徒行傳 7:43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
你們抬着摩洛的帳幕、和理番神的星.就是你們所造爲要敬拜的像.因此、我要把你們遷到巴比倫外去。』
使徒行傳 7:44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
我們的祖宗在曠野、有法櫃的帳幕、是神吩咐摩西叫他照所看見的樣式作的。
使徒行傳 15:16 Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
正如經上所寫的、『此後我要回來、重新修造大衞倒塌的帳幕、把那破壞的、重新修造建立起來.
希伯來書 8:2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.
在聖所、就是眞帳幕裏、作執事.這帳幕是主所支的、不是人所支的。
希伯來書 8:5 (οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει)·
他們供奉的事、本是天上事的形狀和影像、正如摩西將要造帳幕的時候、蒙神警戒他、說、『你要謹愼、作各樣的物件、都要照着在山上指示你的樣式。』
希伯來書 9:2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·
因爲有豫備的帳幕、頭一層叫作聖所.裏面有燈臺、桌子、和陳設餅。
希伯來書 9:3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
第二幔子後、又有一層帳幕、叫作至聖所.
希伯來書 9:6 Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
這些物件旣如此豫備齊了、衆祭司就常進頭一層帳幕、行拜神的禮.
希伯來書 9:8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
聖靈用此指明、頭一層帳幕仍存的時候、進入至聖所的路還未顯明.
希伯來書 9:11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
但現在基督已經來到、作了將來美事的大祭司、經過那更大更全備的帳幕、不是人手所造也不是屬乎這世界的.
希伯來書 9:21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
他又照樣把血灑在帳幕、和各樣器皿上。
希伯來書 11:9 πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
他因着信、就在所應許之地作客、好像在異地居住帳棚、與那同蒙一個應許的以撒、雅各一樣。
希伯來書 13:10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
我們有一祭壇、上面的祭物是那些在帳幕中供職的人不可同喫的。
啟示錄 13:6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
獸就開口向神說褻瀆的話、褻瀆神的名、並他的帳幕、以及那些住在天上的。
啟示錄 15:5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
此後、我看見在天上那存法櫃的殿開了.
啟示錄 21:3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς μετ’ αὐτῶν ἔσται,
我聽見有大聲音從寶座出來說、看哪、神的帳幕在人間.他要與人同住、他們要作他的子民、神要親自與他們同在、作他們的神.