ἐκχέω 倒出來、澆灌、流出
Strong G1632・動詞・新約出現 27 次・英文:I pour out, shed
中文義項
- 倒出來;澆灌;流出;傾注:使流出来,使倒出來(12 次)
- 散落:散落一些物質(1 次)
- 豐豐富富地給予;慷慨地贈予;傾注;澆灌:(ἐκχέω「倒出來」 的引申喻意)使其豐豐富富地存在(3 次)
- 使充分經歷:(ἐκχέω「傾注」 的引申喻意)使某人豐富地或充分地經歷某事(1 次)
- 流出;傾瀉:從容器中流出來(9 次)
- 陷入;掉進;直奔;全身心地投入:全身心地投入某個活動或狀態(1 次)
- 充分經歷;充分參與:(ἐκχέω「流出」 的引申喻意)充分地參與經歷某事(1 次)
- 熱衷於;專心於:(ἐκχέομαι「倒出自己」的引申喻意,原義沒有出現在新約中)把自己完全投入到某種行為中去(1 次)
- 謀殺;殺害:(習語,直譯:使流出血)以暴力手段導致別人死亡(2 次)
- 受死作為祭物獻上;獻祭性的死亡;流出的血:(習語,直譯:血流出來)死去,暗示有作為獻祭的目的(5 次)
I pour out (liquid or solid); I shed, bestow liberally.
字形
- ἐξέχεεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(10 次)
- ἐκχυννόμενον 動詞 現在式 被動語態 分詞 主格 單數 中性(4 次)
- ἐκχεῶ 動詞 未來式 主動語態 直說語氣 第一人稱 單數(2 次)
- ἐκκέχυται 動詞 現在完成式 被動語態 直說語氣 第三人稱 單數(2 次)
- ἐκχεῖται 動詞 現在式 被動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐκχυθήσεται 動詞 未來式 被動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐκκεχυμένον 動詞 現在完成式 被動語態 分詞 主格 單數 中性(1 次)
- ἐξεχύθη 動詞 不定過去式 被動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐξεχύννετο 動詞 未完成式 被動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐκχέαι 動詞 不定過去式 主動語態 不定詞(1 次)
- ἐξεχύθησαν 動詞 不定過去式 被動語態 直說語氣 第三人稱 複數(1 次)
- ἐκχέετε 動詞 現在式 主動語態 命令語氣 第二人稱 複數(1 次)
- ἐξέχεαν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(1 次)
出處
馬太福音 9:17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
也沒有人把新酒裝在舊皮袋裏.若是這樣、皮袋就裂開、酒漏出來、連皮袋也壞了.惟獨把新酒裝在新皮袋裏、兩樣就都保全了。
馬太福音 23:35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
叫世上所流義人的血、都歸到你們身上.從義人亞伯的血起、直到你們在殿和壇中間所殺的巴拉加的兒子撒迦利亞的血爲止。
馬太福音 26:28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
因爲這是我立約的血、爲多人流出來、使罪得赦。
馬可福音 14:24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν.
耶穌說、這是我立約的血、爲多人流出來的。
路加福音 5:37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
也沒有人把新酒裝在舊皮袋裏.若是這樣、新酒必將皮袋裂開、酒便漏出來、皮袋也就壞了。
路加福音 11:50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
使創世以來、所流衆先知血的罪、都要問在這世代的人身上.
路加福音 22:20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον].
飯後也照樣拿起杯來、說、這杯是用我血所立的新約、是爲你們流出來的。
約翰福音 2:15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψεν,
耶穌就拿繩子作成鞭子、把牛羊都趕出殿去.倒出兌換銀錢之人的銀錢、推翻他們的桌子。
使徒行傳 1:18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
這人用他作惡的工價、買了一塊田、以後身子仆倒、肚腹崩裂、腸子都流出來。
使徒行傳 2:17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·
『神說、在末後的日子、我要將我的靈澆灌凡有血氣的.你們的兒女要說豫言.你們的少年人要見異象.老年人要作異夢.
使徒行傳 2:18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν.
在那些日子、我要將我的靈澆灌我的僕人和使女、他們就要說豫言。
使徒行傳 2:33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.
他旣被神的右手高舉、(或作他旣高舉在神的右邊)又從父受了所應許的聖靈、就把你們所看見所聽見的、澆灌下來。
使徒行傳 10:45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται·
那些奉割禮和彼得同來的信徒、見聖靈的恩賜也澆在外邦人身上、就都希奇.
使徒行傳 22:20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
並且你的見證人司提反、被害流血的時候、我也站在旁邊歡喜.又看守害死他之人的衣裳。
羅馬書 3:15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
殺人流血他們的脚飛跑.
羅馬書 5:5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.
盼望不至於羞恥.因爲所賜給我們的聖靈、將神的愛澆灌在我們心裏。
提多書 3:6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
聖靈就是神藉着耶穌基督我們救主、厚厚澆灌在我們身上的.
猶大書 1:11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
他們有禍了.因爲走了該隱的道路、又爲利往巴蘭的錯謬裏直奔、並在可拉的背叛中滅亡了。
啟示錄 16:1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
我聽見有大聲音從殿中出來、向那七位天使說、你們去、把盛神大怒的七碗倒在地上。
啟示錄 16:2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
第一位天使便去、把碗倒在地上、就有惡而且毒的瘡、生在那些有獸印記、拜獸像的人身上。
啟示錄 16:3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσσῃ.
第二位天使把碗倒在海裏、海就變成血、好像死人的血.海中的活物都死了。
啟示錄 16:4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
第三位天使把碗倒在江河與衆水的泉源裏、水就變成血了。
啟示錄 16:6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν· ἄξιοί εἰσιν.
他們曾流聖徒與先知的血、現在你給他們血喝.這是他們所該受的。
啟示錄 16:8 Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
第四位天使把碗倒在日頭上、叫日頭能用火烤人。
啟示錄 16:10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
第五位天使把碗倒在獸的座位上、獸的國就黑暗了.人因疼痛就咬自己的舌頭.
啟示錄 16:12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
第六位天使把碗倒在伯拉大河上、河水就乾了、要給那從日出之地所來的衆王豫備道路。
啟示錄 16:17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν—
第七位天使把碗倒在空中、就有大聲音從殿中的寶座上出來、說、成了.