ἰάομαι 醫治、治愈、使痊愈
Strong G2390・動詞・新約出現 26 次・英文:I heal
中文義項
- 醫治;治愈;使痊愈;救治:使生病的人恢復健康(23 次)
- 更新;醫治:(ἰάομαι「醫治」 的引申喻意)使事情變回早前正確或適當的狀態(4 次)
I heal, generally of the physical, sometimes of spiritual, disease.
字形
- ἰάθη 動詞 不定過去式 被動語態 直說語氣 第三人稱 單數(4 次)
- ἰάσατο 動詞 不定過去式 關身語態 直說語氣 第三人稱 單數(4 次)
- ἰάσομαι 動詞 未來式 關身語態 直說語氣 第一人稱 單數(3 次)
- ἰᾶσθαι 動詞 現在式 關身語態 不定詞(2 次)
- ἰᾶτο 動詞 未完成式 關身語態 直說語氣 第三人稱 單數(2 次)
- ἰαθήσεται 動詞 未來式 被動語態 直說語氣 第三人稱 單數(1 次)
- ἴαται 動詞 現在完成式 被動語態 直說語氣 第三人稱 單數(1 次)
- ἰαθῆναι 動詞 不定過去式 被動語態 不定詞(1 次)
- ἰαθήτω 動詞 不定過去式 被動語態 命令語氣 第三人稱 單數(1 次)
- ἰάσηται 動詞 不定過去式 關身語態 假設語氣 第三人稱 單數(1 次)
- ἰαθεὶς 動詞 不定過去式 被動語態 分詞 主格 單數 陽性(1 次)
- ἰᾶταί 動詞 現在式 關身語態 直說語氣 第三人稱 單數(1 次)
- ἰώμενος 動詞 現在式 關身語態 分詞 主格 單數 陽性(1 次)
- ἰαθῇ 動詞 不定過去式 被動語態 假設語氣 第三人稱 單數(1 次)
- ἰαθῆτε 動詞 不定過去式 被動語態 假設語氣 第二人稱 複數(1 次)
- ἰάθητε 動詞 不定過去式 被動語態 直說語氣 第二人稱 複數(1 次)
出處
馬太福音 8:8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου·
百夫長回答說、主阿、你到我舍下、我不敢當.只要你說一句話、我的僕人就必好了。
馬太福音 8:13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
耶穌對百夫長說、你回去罷.照你的信心、給你成全了。那時、他的僕人就好了。
馬太福音 13:15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。
馬太福音 15:28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
耶穌說、婦人、你的信心是大的.照你所要的、給你成全了罷。從那時候、他女兒就好了。
馬可福音 5:29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
於是他血漏的源頭、立刻乾了.他便覺得身上的災病好了。
路加福音 5:17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
有一天耶穌教訓人、有法利賽人和教法師在旁邊坐着、他們是從加利利各鄉村和猶太並耶路撒冷來的.主的能力與耶穌同在、使他能醫治病人。
路加福音 6:18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο·
還有被汚鬼纏磨的、也得了醫治。
路加福音 6:19 καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
衆人都想要摸他.因爲有能力從他身上發出來、醫好了他們。
路加福音 7:7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου·
我也自以爲不配去見你、只要你說一句話、我的僕人就必好了。
路加福音 8:47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
那女人知道不能隱藏、就戰戰兢兢的來俯伏在耶穌脚前、把摸他的緣故、和怎樣立刻得好了、當着衆人都說出來。
路加福音 9:2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς,
又差遣他們去宣傳神國的道、醫治病人。
路加福音 9:11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
但衆人知道了、就跟着他去.耶穌便接待他們、對他們講論神國的道、醫治那些需醫的人。
路加福音 9:42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
正來的時候、鬼把他摔倒、叫他重重的抽瘋。耶穌就斥責那汚鬼、把孩子治好了、交給他父親。
路加福音 14:4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
他們卻不言語。耶穌就治好那人、叫他走了.
路加福音 17:15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
內中有一個見自己已經好了、就回來大聲歸榮耀與神.
路加福音 22:51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
耶穌說、到了這個地步、由他們罷.就摸那人的耳朶、把他治好了。
約翰福音 4:47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
他聽見耶穌從猶太到了加利利、就來見他、求他下去醫治他的兒子.因爲他兒子快要死了。
約翰福音 5:13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
那醫好的人不知道是誰.因爲那裏的人多、耶穌已經躱開了。
約翰福音 12:40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς.
『主叫他們瞎了眼、硬了心、免得他們眼睛看見、心裏明白、回轉過來、我就醫治他們。』
使徒行傳 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
彼得對他說、以尼雅、耶穌基督醫好你了.起來、收拾你的褥子.他就立刻起來了。
使徒行傳 10:38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ’ αὐτοῦ·
神怎樣以聖靈和能力、膏拿撒勒人耶穌、這都是你們知道的.他周流四方行善事、醫好凡被魔鬼壓制的人.因爲神與他同在。
使徒行傳 28:8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
當時、部百流的父親、患熱病和痢疾躺着.保羅進去、爲他禱告、按手在他身上、治好了他。
使徒行傳 28:27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓、油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。』
希伯來書 12:13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
也要爲自己的脚把道路修直了、使瘸子不至歪脚、反得痊愈。(歪脚或作差路)
雅各書 5:16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
所以你們要彼此認罪、互相代求、使你們可以得醫治。義人祈禱所發的力量、是大有功效的。
彼得前書 2:24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
他被掛在木頭上親身擔當了我們的罪、使我們旣然在罪上死、就得以在義上活.因他受的鞭傷、你們便得了醫治。