提摩太前書 第 5 章 希臘文原文與和合本
5:1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
不可嚴責老年人、只要勸他如同父親.勸少年人如同弟兄.
5:2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.
勸老年婦女如同母親.勸少年婦女如同姐妹.總要清清潔潔的。
5:3 Χήρας τίμα τὰς ὄντως χήρας.
要尊敬那眞爲寡婦的。
5:4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ.
若寡婦有兒女、或有孫子孫女、便叫他們先在自己家中學着行孝、報答親恩.因爲這在神面前是可悅納的。
5:5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
那獨居無靠眞爲寡婦的、是仰賴神、晝夜不住的祈求禱告。
5:6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.
但那好宴樂的寡婦、正活着的時候、也是死的。
5:7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν·
這些事你要囑咐他們、叫他們無可指責。
5:8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
人若不看顧親屬、就是背了眞道、比不信的人還不好.不看顧自己家裏的人、更是如此。
5:9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
寡婦記在册子上、必須年紀到六十歲、從來只作一個丈夫的妻子、
5:10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
又有行善的名聲、就如養育兒女、接待遠人、洗聖徒的脚、救濟遭難的人、竭力行各樣善事。
5:11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,
至於年輕的寡婦、就可以辭他.因爲他們的情慾發動、違背基督的時候、就想要嫁人。
5:12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·
他們被定罪、是因廢棄了當初所許的願.
5:13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
並且他們又習慣懶惰、挨家閒遊.不但是懶惰、又說長道短、好管閒事、說些不當說的話。
5:14 βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
所以我願意年輕的寡婦嫁人、生養兒女、治理家務、不給敵人辱罵的把柄.
5:15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
因爲已經有轉去隨從撒但的。
5:16 εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
信主的婦女、若家中有寡婦、自己就當救濟他們、不可累着教會、好使教會能救濟那眞無倚靠的寡婦。
5:17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
那善於管理教會的長老、當以爲配受加倍的敬奉.那勞苦傳道教導人的、更當如此。
5:18 λέγει γὰρ ἡ γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις, καί· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
因爲經上說、『牛在塲上踹穀的時候、不可籠住他的嘴。』又說、『工人得工價是應當的。』
5:19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων·
控告長老的呈子、非有兩三個見證就不要收。
5:20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
犯罪的人、當在衆人面前責備他、叫其餘的人也可以懼怕。
5:21 διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
我在神和基督耶穌並蒙揀選的天使面前囑咐你、要遵守這些話、不可存成見、行事也不可有偏心。
5:22 χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
給人行按手的禮、不可急促.不要在別人的罪上有分.要保守自己清潔。
5:23 μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.
因你胃口不清、屢次患病、再不要照常喝水、可以稍微用點酒。
5:24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·
有些人的罪是明顯的、如同先到審判案前.有些人的罪是隨後跟了去的。
5:25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.
這樣、善行也有明顯的.那不明顯的、也不能隱藏。