提摩太後書 第 4 章 希臘文原文與和合本
4:1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
我在神面前、並在將來審判活人死人的基督耶穌面前、憑着他的顯現和他的國度囑咐你.
4:2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
務要傳道.無論得時不得時、總要專心、並用百般的忍耐、各樣的教訓、責備人、警戒人、勸勉人。
4:3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,
因爲時候要到、人必厭煩純正的道理.耳朶發癢、就隨從自己的情慾、增添好些師傅.
4:4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
並且掩耳不聽眞道、偏向荒渺的言語。
4:5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
你卻要凡事謹愼、忍受苦難、作傳道的工夫、盡你的職分。
4:6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
我現在被澆奠、我離世的時候到了。
4:7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
那美好的仗我已經打過了.當跑的路我已經跑盡了.所信的道我已經守住了.
4:8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
從此以後、有公義的冠冕爲我存留、就是按着公義審判的主到了那日要賜給我的.不但賜給我、也賜給凡愛慕他顯現的人。
4:9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·
你要趕緊的到我這裏來。
4:10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·
因爲底馬貪愛現今的世界、就離棄我往帖撒羅尼迦去了.革勒士往加拉太去.提多往撻馬太去.
4:11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν,
獨有路加在我這裏。你來的時候要把馬可帶來.因爲他在傳道的事上於我有益處。(傳道或作服事我)
4:12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
我已經打發推基古往以弗所去。
4:13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
我在特羅亞留於加布的那件外衣、你來的時候可以帶來.那些書也要帶來.更要緊的是那些皮卷。
4:14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ—
銅匠亞力山大多多的害我.主必照他所行的報應他。
4:15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
你也要防備他.因爲他極力敵擋了我們的話。
4:16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη—
我初次申訴、沒有人前來幫助、竟都離棄我.但願這罪不歸與他們。
4:17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
惟有主站在我旁邊、加給我力量、使福音被我盡都傳明、叫外邦人都聽見.我也從獅子口裏被救出來。
4:18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
主必救我脫離諸般的凶惡、也必救我進他的天國。願榮耀歸給他、直到永永遠遠。阿們。
4:19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
問百基拉、亞居拉、和阿尼色弗一家的人安。
4:20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
以拉都在哥林多住下了。特羅非摩病了、我就留他在米利都。
4:21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
你要趕緊在冬天以前到我這裏來。有友布羅、布田、利奴、革老底亞和衆弟兄、都問你安。
4:22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ὑμῶν.
願主與你的靈同在。願恩惠常與你們同在。