哥林多前書 第 3 章 希臘文原文與和合本
3:1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.
弟兄們、我從前對你們說話、不能把你們當作屬靈的、只得把你們當作屬肉體、在基督裏爲嬰孩的。
3:2 γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε,
我是用奶餧你們、沒有用飯餧你們.那時你們不能喫、就是如今還是不能。
3:3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
你們仍是屬肉體的.因爲在你們中間有嫉妒分爭、這豈不是屬乎肉體、照着世人的樣子行麼。
3:4 ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;
有說、我是屬保羅的.有說、我是屬亞波羅的.這豈不是你們和世人一樣麼。
3:5 Τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.
亞波羅算甚麼.保羅算甚麼.無非是執事、照主所賜給他們各人的、引導你們相信。
3:6 ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν·
我栽種了、亞波羅澆灌了.惟有神叫他生長。
3:7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός.
可見栽種的算不得甚麼、澆灌的也算不得甚麼.只在那叫他生長的神。
3:8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον,
栽種的和澆灌的都是一樣.但將來各人要照自己的工夫、得自己的賞賜。
3:9 θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
因爲我們是與神同工的.你們是神所耕種的田地、所建造的房屋。
3:10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
我照神所給我的恩、好像一個聰明的工頭、立好了根基、有別人在上面建造.只是各人要謹愼怎樣在上面建造。
3:11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·
因爲那已經立好的根基、就是耶穌基督、此外沒有人能立別的根基。
3:12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
若有人用金、銀、寶石、草木、禾楷、在這根基上建造.
3:13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει.
各人的工程必然顯露.因爲那日子要將他表明出來、有火發現.這火要試驗各人的工程怎樣。
3:14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται·
人在那根基上所建造的工程、若存得住、他就要得賞賜。
3:15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
人的工程若被燒了、他就要受虧損.自己卻要得救.雖然得救乃像從火裏經過的一樣。
3:16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;
豈不知你們是神的殿、神的靈住在你們裏頭麼。
3:17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
若有人毀壞神的殿、神必要毀壞那人.因爲神的殿是聖的、這殿就是你們。
3:18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός,
人不可自欺.你們中間若有人、在這世界自以爲有智慧、倒不如變作愚拙、好成爲有智慧的。
3:19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
因這世界的智慧、在神看是愚拙.如經上記着說、『主叫有智慧的中了自己的詭計。』
3:20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.
又說、『主知道智慧人的意念是虛妄的。』
3:21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
所以無論誰、都不可拿人誇口.因爲萬有全是你們的.
3:22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν,
或保羅、或亞波羅、或磯法、或世界、或生、或死、或現今的事、或將來的事、全是你們的.
3:23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
並且你們是屬基督的.基督又是屬神的。