路加福音 第 20 章 希臘文原文與和合本

20:1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
有一天耶穌在殿裏教訓百姓、講福音的時候、祭司長和文士並長老上前來、

20:2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
問他說、你告訴我們、你仗着甚麼權柄作這些事、給你這權柄的是誰呢。

20:3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι·
耶穌回答說、我也要問你們一句話.你們且告訴我.

20:4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
約翰的洗禮、是從天上來的、是從人間來的呢。

20:5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
他們彼此商議說、我們若說從天上來、他必說你們爲甚麼不信他呢.

20:6 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι·
若說從人間來、百姓都要用石頭打死我們.因爲他們信約翰是先知。

20:7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
於是回答說、不知道是從那裏來的。

20:8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
耶穌說、我也不告訴你們、我仗着甚麼權柄作這些事。

20:9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
耶穌就設比喻、對百姓說、有人栽了一個葡萄園、租給園戶、就往外國去住了許久。

20:10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
到了時候、打發一個僕人到園戶那裏去、叫他們把園中當納的果子交給他.園戶竟打了他、叫他空手回去。

20:11 καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
又打發一個僕人去.他們也打了他、並且凌辱他、叫他空手回去。

20:12 καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
又打發第三個僕人去.他們也打傷了他、把他推出去了。

20:13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.
園主說、我怎麼辦呢.我要打發我的愛子去.或者他們尊敬他。

20:14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
不料、園戶看見他、就彼此商量說、這是承受產業的.我們殺他罷、使產業歸於我們。

20:15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
於是把他推出葡萄園外殺了。這樣、葡萄園的主人、要怎樣處治他們呢。

20:16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο.
他要來除滅這些園戶、將葡萄園轉給別人.聽見的人說、這是萬不可的。

20:17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
耶穌看着他們說、經上記着、『匠人所棄的石頭、已作了房角的頭塊石頭。』這是甚麼意思呢。

20:18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.
凡掉在那石頭上的、必要跌碎.那石頭掉在誰的身上、就要把誰砸得稀爛。

20:19 καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
文士和祭司長、看出這比喻是指着他們說的、當時就想要下手拿他.只是懼怕百姓。

20:20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
於是窺探耶穌、打發奸細裝作好人、要在他的話上得把柄、好將他交在巡撫的政權之下。

20:21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
奸細就問耶穌說、夫子、我們曉得你所講所傳都是正道、也不取人的外貌、乃是誠誠實實傳神的道。

20:22 ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
我們納稅給該撒、可以不可以。

20:23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς·
耶穌看出他們的詭詐、就對他們說、

20:24 Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος.
拿一個銀錢來給我看.這像和這號是誰的.他們說、是該撒的。

20:25 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
耶穌說、這樣、該撒的物當歸給該撒、神的物當歸給神。

20:26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
他們當着百姓、在這話上得不着把柄.又希奇他的應對、就閉口無言了。

20:27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
撒都該人常說沒有復活的事.有幾個來問耶穌說、

20:28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
夫子、摩西爲我們寫着說、人若有妻無子就死了、他兄弟當娶他的妻、爲哥哥生子立後。

20:29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
有弟兄七人.第一個娶了妻、沒有孩子死了.

20:30 καὶ ὁ δεύτερος
第二個、第三個、也娶過他.

20:31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον·
那七個人、都娶過他、沒有留下孩子就死了。

20:32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
後來婦人也死了。

20:33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
這樣、當復活的時候、他是那一個的妻子呢.因爲他們七個人都娶過他。

20:34 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
耶穌說、這世界的人、有娶有嫁.

20:35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
惟有算爲配得那世界、與從死裏復活的人、也不娶也不嫁.

20:36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
因爲他們不能再死.和天使一樣.旣是復活的人、就爲神的兒子。

20:37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ·
至於死人復活、摩西在荊棘篇上、稱主是亞伯拉罕的神、以撒的神、雅各的神、就指示明白了。

20:38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.
神原不是死人的神、乃是活人的神.因爲在他那裏、人都是活的。(那裏或作看來)

20:39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας·
有幾個文士說、夫子、你說得好。

20:40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
以後他們不敢再問他甚麼。

20:41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν;
耶穌對他們說、人怎麼說基督是大衞的子孫呢。

20:42 αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου
詩篇上、大衞自己說、『主對我主說、你坐在我的右邊、

20:43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
等我使你仇敵作你的脚凳。』

20:44 Δαυὶδ οὖν αὐτὸν κύριον καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
大衞旣稱他爲主、他怎麼又是大衞的子孫呢。

20:45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς·
衆百姓聽的時候、耶穌對門徒說、

20:46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
你們要防備文士.他們好穿長衣遊行、喜愛人在街市上問他們安、又喜愛會堂裏的高位、筵席上的首座.

20:47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.
他們侵吞寡婦的家產、假意作很長的禱告.這些人要受更重的刑罰。

← 路加福音 19 章 路加福音 21 章 →