λέγω 說、講、告訴

Strong G3004・動詞・新約出現 2345 次・英文:I say, speak

中文義項

  1. 說;講;告訴:說或講,焦點明顯放在說話的內容上(2099 次)
  2. 稱呼;名叫:用正式的名稱來提到某人或某物(25 次)
  3. 稱呼;命名:以一個人的屬性來談及這個人(21 次)
  4. 意思是;是……的意思:標記與外來語對應的意思(4 次)
  5. 表示……的意思;意味著;暗示:說一些話,為要更全面地解釋之前所說話語的含義或意圖(6 次)
  6. 自己心想;自言自語(常用來直接引述一個人的想法):(習語,直譯:對自己說)在不與別人交流內容的情況下思考一些事情(8 次)

(denoting speech in progress), (a) I say, speak; I mean, mention, tell, (b) I call, name, especially in the pass., (c) I tell, command.

字形

出處(第 18 / 47 頁)

路加福音 5:10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
他的夥伴西庇太的兒子、雅各、約翰、也是這樣。耶穌對西門說、不要怕、從今以後、你要得人了。

路加福音 5:12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
有一回耶穌在一個城裏、有人滿身長了大痲瘋、看見他、就俯伏在地、求他說、主若肯、必能叫我潔淨了。

路加福音 5:13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ.
耶穌伸手摸他、說、我肯、你潔淨了罷.大痲瘋立刻就離了他的身。

路加福音 5:14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
耶穌囑咐他、你切不可告訴人.只要去把身體給祭司察看、又要爲你得了潔淨、照摩西所吩咐的、獻上禮物、對衆人作證據。

路加福音 5:20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
耶穌見他們的信心、就對癱子說、你的罪赦了。

路加福音 5:21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός;
文士和法利賽人就議論說、這說僭妄話的是誰.除了神以外、誰能赦罪呢。

路加福音 5:22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
耶穌知道他們所議論的、就說、你們心裏議論的是甚麼呢。

路加福音 5:23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· Ἔγειρε καὶ περιπάτει;
或說、你的罪赦了、或說、你起來行走、那一樣容易呢。

路加福音 5:23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· Ἔγειρε καὶ περιπάτει;
或說、你的罪赦了、或說、你起來行走、那一樣容易呢。

路加福音 5:24 ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
但要叫你們知道人子在地上有赦罪的權柄、就對癱子說、我吩咐你、起來、拿你的褥子回家去罷。

路加福音 5:24 ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
但要叫你們知道人子在地上有赦罪的權柄、就對癱子說、我吩咐你、起來、拿你的褥子回家去罷。

路加福音 5:26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
衆人都驚奇、也歸榮耀與神、並且滿心懼怕、說、我們今日看見非常的事了。

路加福音 5:27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι.
這事以後、耶穌出去、看見一個稅吏、名叫利未、坐在稅關上、就對他說、你跟從我來。

路加福音 5:30 καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
法利賽人和文士就向耶穌的門徒發怨言、說、你們爲甚麼和稅吏、並罪人、一同喫喝呢。

路加福音 5:31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες·
耶穌對他們說、無病的人用不着醫生.有病的人纔用得着。

路加福音 5:33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν· Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
他們說、約翰的門徒屢次禁食祈禱、法利賽人的門徒也是這樣.惟獨你的門徒又喫又喝。

路加福音 5:34 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι;
耶穌對他們說、新郎和陪伴之人同在的時候、豈能叫陪伴之人禁食呢。

路加福音 5:36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
耶穌又設一個比喻、對他們說、沒有人把新衣服撕下一塊來、補在舊衣服上.若是這樣、就把新的撕破了、並且所撕下來的那塊新的、和舊的也不相稱。

路加福音 5:39 καὶ οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς χρηστός ἐστιν.
沒有人喝了陳酒又想喝新的、他總說陳的好。

路加福音 6:2 τινὲς δὲ τῶν Φαρισαίων εἶπαν· Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν;
有幾個法利賽人說、你們爲甚麼作安息日不可作的事呢。

路加福音 6:3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες;
耶穌對他們說、經上記着大衞和跟從他的人、飢餓之時所作的事、連這個你們也沒有念過麼.

路加福音 6:5 καὶ ἔλεγεν αὐτοῖς· Κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
又對他們說、人子是安息日的主。

路加福音 6:8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη.
耶穌卻知道他們的意念.就對那枯乾一隻手的人說、起來、站在當中。那人就起來站着。

路加福音 6:9 εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· Ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;
耶穌對他們說、我問你們、在安息日行善行惡、救命害命、那樣是可以的呢。

路加福音 6:10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.
他就周圍看着他們衆人、對那人說、伸出手來.他把手一伸、手就復了原。

路加福音 6:20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
耶穌舉目看着門徒說、你們貧窮的人有福了.因爲神的國是你們的。

路加福音 6:26 Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
人都說你們好的時候、你們就有禍了.因爲他們的祖宗待假先知也是這樣。

路加福音 6:27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
只是我告訴你們這聽道的人、你們的仇敵要愛他、恨你們的要待他好。

路加福音 6:39 Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται;
耶穌又用比喻對他們說、瞎子豈能領瞎子、兩個人不是都要掉在坑裏麼。

路加福音 6:42 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.
你不見自己眼中有梁木.怎能對你弟兄說、容我去掉你眼中的刺呢.你這假冒爲善的人、先去掉自己眼中的梁木、然後纔能看得清楚、去掉你弟兄眼中的刺。

路加福音 6:46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
你們爲甚麼稱呼我主阿、主阿、卻不遵我的話行呢。

路加福音 7:4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο,
他們到了耶穌那裏、就切切的求他說、你給他行這事、是他所配得的.

路加福音 7:6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
耶穌就和他們同去。離那家不遠、百夫長託幾個朋友去見耶穌、對他說、主阿、不要勞動.因你到我舍下、我不敢當.

路加福音 7:7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου·
我也自以爲不配去見你、只要你說一句話、我的僕人就必好了。

路加福音 7:8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
因爲我在人的權下、也有兵在我以下、對這個說去、他就去.對那個說來、他就來.對我的僕人說、你作這事、他就去作。

路加福音 7:9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
耶穌聽見這話、就希奇他、轉身對跟隨的衆人說、我告訴你們、這麼大的信心、就是在以色列中我也沒有遇見過。

路加福音 7:9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
耶穌聽見這話、就希奇他、轉身對跟隨的衆人說、我告訴你們、這麼大的信心、就是在以色列中我也沒有遇見過。

路加福音 7:13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε.
主看見那寡婦就憐憫他、對他說、不要哭。

路加福音 7:14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
於是進前按着杠、抬的人就站住了。耶穌說、少年人、我吩咐你起來。

路加福音 7:14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
於是進前按着杠、抬的人就站住了。耶穌說、少年人、我吩咐你起來。

路加福音 7:16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
衆人都驚奇、歸榮耀與神說、有大先知在我們中間興起來了.又說、神眷顧了他的百姓。

路加福音 7:19 ἔπεμψεν πρὸς τὸν κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
他便叫了兩個門徒來、打發他們到主那裏去、說、那將要來的是你麼。還是我們等候別人呢。

路加福音 7:20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
那兩個人來到耶穌那裏、說、施洗的約翰打發我們來問你、那將要來的是你麼.還是我們等候別人呢。

路加福音 7:20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
那兩個人來到耶穌那裏、說、施洗的約翰打發我們來問你、那將要來的是你麼.還是我們等候別人呢。

路加福音 7:22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
耶穌回答說、你們去把所看見所聽見的事告訴約翰.就是瞎子看見、瘸子行走、長大痲瘋的潔淨、聾子聽見、死人復活、窮人有福音傳給他們。

路加福音 7:24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
約翰所差來的人旣走了、耶穌就對衆人講論約翰說、你們從前出去到曠野、是要看甚麼呢.要看風吹動的蘆葦麼。

路加福音 7:26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
你們出去究竟是要看甚麼.要看先知麼.我告訴你們、是的、他比先知大多了。

路加福音 7:28 λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
我告訴你們、凡婦人所生的、沒有一個大過約翰的.然而神國裏最小的比他還大。

路加福音 7:32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε·
好像孩童坐在街市上、彼此呼叫說、我們向你們吹笛、你們不跳舞、我們向你們舉哀、你們不啼哭。

路加福音 7:33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει·
施洗的約翰來、不喫餅、不喝酒.你們說他是被鬼附着的。

← 上一頁 下一頁 →