προσέχω 注意、警戒、謹慎

Strong G4337・動詞・新約出現 24 次・英文:I pay attention to, devote myself to

中文義項

  1. 注意;警戒;謹慎;小心;提防;留意:隨時準備了解任何未來的危險、需要或錯誤,並作出適當的反應(11 次)
  2. 密切關注;仔細考慮;留心聽:密切注意某事,可能暗示同意(8 次)
  3. 堅守;繼續相信:堅持某個信念(3 次)
  4. 繼續熱心地做;繼續致力於:以密切的關注和投入繼續做(2 次)

(a) I attend to, pay attention to, (b) I beware, am cautious, (c) I join, devote myself to.

字形

出處

馬太福音 6:1 Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
你們要小心、不可將善事行在人的面前、故意叫他們看見.若是這樣、就不能得你們天父的賞賜了。

馬太福音 7:15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
你們要防備假先知.他們到你們這裏來、外面披着羊皮、裏面卻是殘暴的狼。

馬太福音 10:17 προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
你們要防備人.因爲他們要把你們交給公會、也要在會堂裏鞭打你們.

馬太福音 16:6 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
耶穌對他們說、你們要謹愼、防備法利賽人和撒都該人的酵。

馬太福音 16:11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
我對你們說、要防備法利賽人和撒都該人的酵、這話不是指着餅說的.你們怎麼不明白呢。

馬太福音 16:12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
門徒這纔曉得他說的、不是叫他們防備餅的酵、乃是防備法利賽人和撒都該人的教訓。

路加福音 12:1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.
這時、有幾萬人聚集、甚至彼此踐踏、耶穌開講、先對門徒說、你們要防備法利賽人的酵、就是假冒爲善。

路加福音 17:3 προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·
你們要謹愼.若是你的弟兄得罪你、就勸戒他.他若懊悔、就饒恕他。

路加福音 20:46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
你們要防備文士.他們好穿長衣遊行、喜愛人在街市上問他們安、又喜愛會堂裏的高位、筵席上的首座.

路加福音 21:34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
你們要謹愼、恐怕因貪食醉酒並今生的思慮、累住你們的心、那日子就如同網羅忽然臨到你們.

使徒行傳 5:35 εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
就對衆人說、以色列人哪、論到這些人、你們應當小心怎樣辦理。

使徒行傳 8:6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει·
衆人聽見了、又看見腓利所行的神蹟、就同心合意的聽從他的話.

使徒行傳 8:10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ καλουμένη Μεγάλη.
無論大小、都聽從他、說、這人就是那稱爲神的大能者。

使徒行傳 8:11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
他們聽從他、因他久用邪術、使他們驚奇。

使徒行傳 16:14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
有一個賣紫色布疋的婦人、名叫呂底亞、是推雅推喇城的人、素來敬拜神.他聽見了、主就開導他的心、叫他留心聽保羅所講的話。

使徒行傳 20:28 προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
聖靈立你們作全羣的監督、你們就當爲自己謹愼、也爲全羣謹愼、牧養神的教會、就是他用自己血所買來的。(或作救贖的)

提摩太前書 1:4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει—
也不可聽從荒渺無憑的話語、和無窮的家譜.這等事只生辯論、並不發明神在信上所立的章程。

提摩太前書 3:8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
作執事的也是如此、必須端莊、不一口兩舌、不好喝酒、不貪不義之財.

提摩太前書 4:1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων
聖靈明說、在後來的時候、必有人離棄眞道、聽從那引誘人的邪靈、和鬼魔的道理。

提摩太前書 4:13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
你要以宣讀、勸勉、教導爲念、直等到我來。

提多書 1:14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
不聽猶太人荒渺的言語、和離棄眞道之人的誡命。

希伯來書 2:1 Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
所以我們當越發鄭重所聽見的道理、恐怕我們隨流失去。

希伯來書 7:13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
因爲這話所指的人、本屬別的支派、那支派裏從來沒有一人伺候祭壇。

彼得後書 1:19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·
我們並有先知更確的豫言、如同燈照在暗處.你們在這豫言上留意、直等到天發亮晨星在你們心裏出現的時候、纔是好的。