ἐπερωτάω 問、問問題、審問

Strong G1905・動詞・新約出現 56 次・英文:I interrogate, question, demand of

中文義項

  1. 問;問問題:詢問信息(47 次)
  2. 請求,要求:請求,通常暗示有潛在的問題(1 次)
  3. 審問;審訊;訊問;質問;查問;嘗試了解:嘗試通過法律或半法律程序了解事情的真相,一般是通過訊問(8 次)

I interrogate, question, demand of.

字形

出處(第 1 / 2 頁)

馬太福音 12:10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
那裏有一個人枯乾了一隻手。有人問耶穌說、安息日治病、可以不可以.意思是要控告他。

馬太福音 16:1 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
法利賽人和撒都該人、來試探耶穌、請他從天上顯個神蹟給他們看。

馬太福音 17:10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
門徒問耶穌說、文士爲甚麼說以利亞必須先來。

馬太福音 22:23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
撒都該人常說沒有復活的事。那天、他們來問耶穌說、

馬太福音 22:35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν·
內中有一個人是律法師、要試探耶穌、就問他說、

馬太福音 22:41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
法利賽人聚集的時候、耶穌問他們說、

馬太福音 22:46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
他們沒有一個人能回答一言.從那日以後、也沒有人敢再問他甚麼。

馬太福音 27:11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις.
耶穌站在巡撫面前、巡撫問他說、你是猶太人的王麼。耶穌說、你說的是。

馬可福音 5:9 καὶ ἐπηρώτα αὐτόν· Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ· Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν·
耶穌問他說、你名叫甚麼.回答說、我名叫羣、因爲我們多的緣故。

馬可福音 7:5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;
法利賽人和文士問他說、你的門徒爲甚麼不照古人的遺傳、用俗手喫飯呢。

馬可福音 7:17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
耶穌離開衆人、進了屋子、門徒就問他這比喻的意思。

馬可福音 8:23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι βλέπεις;
耶穌拉着瞎子的手、領他到村外.就吐唾沫在他眼睛上、按手在他身上、問他說、你看見甚麼了。

馬可福音 8:27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
耶穌和門徒出去、往該撒利亞腓立比的村莊去。在路上問門徒說、人說我是誰。

馬可福音 8:29 καὶ αὐτὸς ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός.
又問他們說、你們說我是誰.彼得回答說、你是基督。

馬可福音 9:11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
他們就問耶穌說、文士爲甚麼說、以利亞必須先來。

馬可福音 9:16 καὶ ἐπηρώτησεν αὐτούς· Τί συζητεῖτε πρὸς αὑτούς;
耶穌問他們說、你們和他們辯論的是甚麼。

馬可福音 9:21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· Ἐκ παιδιόθεν·
耶穌問他父親說、他得這病、有多少日子呢.回答說、從小的時候。

馬可福音 9:28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
耶穌進了屋子、門徒就暗暗的問他說、我們爲甚麼不能趕出他去呢。

馬可福音 9:32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
門徒卻不明白這話、又不敢問他。

馬可福音 9:33 Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ διελογίζεσθε;
他們來到迦百農.耶穌在屋裏問門徒說、你們在路上議論的是甚麼。

馬可福音 10:2 Καὶ ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
有法利賽人來問他說、人休妻可以不可以、意思要試探他。

馬可福音 10:10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.
到了屋裏、門徒就問他這事。

馬可福音 10:17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
耶穌出來行路的時候、有一個人跑來、跪在他面前問他說、良善的夫子、我當作甚麼事、纔可以承受永生。

馬可福音 11:29 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
耶穌對他們說、我要問你們一句話、你們回答我、我就告訴你們、我仗着甚麼權柄作這些事。

馬可福音 12:18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
撒都該人常說沒有復活的事.他們來問耶穌說、

馬可福音 12:28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
有一個文士來、聽見他們辯論、曉得耶穌回答的好、就問他說、誡命中那是第一要緊的呢。

馬可福音 12:34 καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
耶穌見他回答的有智慧、就對他說、你離神的國不遠了。從此以後、沒有人敢再問他甚麼。

馬可福音 13:3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
耶穌在橄欖山上對聖殿而坐.彼得、雅各、約翰和安得烈、暗暗的問他說、

馬可福音 14:60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
大祭司起來、站在中間、問耶穌說、你甚麼都不回答麼.這些人作見證告你的是甚麼呢。

馬可福音 14:61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
耶穌卻不言語、一句也不回答。大祭司又問他說、你是那當稱頌者的兒子基督不是。

馬可福音 15:2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Σὺ λέγεις.
彼拉多問他說、你是猶太人的王麼.耶穌回答說、你說的是。

馬可福音 15:4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
彼拉多又問他說、你看、他們告你這麼多的事、你甚麼都不回答麼。

馬可福音 15:44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·
彼拉多詫異耶穌已經死了.便叫百夫長來、問他耶穌死了久不久。

路加福音 2:46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
過了三天、就遇見他在殿裏、坐在教師中間、一面聽、一面問。

路加福音 3:10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ποιήσωμεν;
衆人問他說、這樣我們當作甚麼呢。

路加福音 3:14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
又有兵丁問他說、我們當作甚麼呢。約翰說、不要以強暴待人、也不要訛詐人、自己有錢糧就當知足。

路加福音 6:9 εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· Ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;
耶穌對他們說、我問你們、在安息日行善行惡、救命害命、那樣是可以的呢。

路加福音 8:9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή.
門徒問耶穌說、這比喻是甚麼意思呢。

路加福音 8:30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς· Τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
耶穌問他說、你名叫甚麼.他說、我名叫羣.這是因爲附着他的鬼多。

路加福音 9:18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
耶穌自己禱告的時候、門徒也同他在那裏.耶穌問他們說、衆人說我是誰。

路加福音 17:20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
法利賽人問、神的國幾時來到.耶穌回答說、神的國來到、不是眼所能見的.

路加福音 18:18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
有一個官問耶穌說、良善的夫子、我該作甚麼事、纔可以承受永生。

路加福音 18:40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
耶穌站住、吩咐把他領過來.到了跟前、就問他說、

路加福音 20:21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
奸細就問耶穌說、夫子、我們曉得你所講所傳都是正道、也不取人的外貌、乃是誠誠實實傳神的道。

路加福音 20:27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
撒都該人常說沒有復活的事.有幾個來問耶穌說、

路加福音 20:40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
以後他們不敢再問他甚麼。

路加福音 21:7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
他們問他說、夫子、甚麼時候有這事呢.這事將到的時候、有甚麼豫兆呢。

路加福音 22:64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
又蒙着他的眼問他說、你是先知、告訴我們、打你的是誰。

路加福音 23:6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
彼拉多一聽見、就問這人是加利利人麼。

路加福音 23:9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
於是問他許多的話.耶穌卻一言不答。

下一頁 →