ἐπιτιμάω 斥責、責備、命令

Strong G2008・動詞・新約出現 29 次・英文:I rebuke, chide, admonish, warn

中文義項

  1. 斥責;責備:表達強烈反對某人(21 次)
  2. 命令;吩咐;囑咐;責備;斥責:命令,帶有威脅的意味(8 次)

(a) I rebuke, chide, admonish, (b) I warn.

字形

出處

馬太福音 8:26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
耶穌說、你們這小信的人哪、爲甚麼膽怯呢.於是起來、斥責風和海、風和海就大大的平靜了。

馬太福音 12:16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,
又囑咐他們、不要給他傳名。

馬太福音 16:22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.
彼得就拉着他、勸他說、主阿、萬不可如此、這事必不臨到你身上。

馬太福音 17:18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
耶穌斥責那鬼、鬼就出來.從此孩子就痊愈了。

馬太福音 19:13 Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
那時有人帶着小孩子來見耶穌、要耶穌給他們按手禱告.門徒就責備那些人。

馬太福音 20:31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.
衆人責備他們、不許他們作聲.他們卻越發喊着說、主阿、大衞的子孫、可憐我們罷。

馬可福音 1:25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
耶穌責備他說、不要作聲、從這人身上出來罷。

馬可福音 3:12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν.
耶穌再三的囑咐他們、不要把他顯露出來。

馬可福音 4:39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
耶穌醒了.斥責風、向海說、住了罷、靜了罷.風就止住、大大的平靜了。

馬可福音 8:30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
耶穌就禁戒他們、不要告訴人。

馬可福音 8:32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
耶穌明明的說這話、彼得就拉着他、勸他。

馬可福音 8:33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
耶穌轉過來、看着門徒、就責備彼得說、撒但、退我後邊去罷.因爲你不體貼神的意思、只體貼人的意思。

馬可福音 9:25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
耶穌看見衆人都跑上來、就斥責那汚鬼、說、你這聾啞的鬼、我吩咐你從他裏頭出來、再不要進去。

馬可福音 10:13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
有人帶着小孩子來見耶穌、要耶穌摸他們、門徒便責備那些人。

馬可福音 10:48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με.
有許多人責備他、不許他作聲、他卻越發大聲喊着說、大衞的子孫哪、可憐我罷。

路加福音 4:35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
耶穌責備他說、不要作聲、從這人身上出來罷.鬼把那人摔倒在衆人中間、就出來了、卻也沒有害他。

路加福音 4:39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
耶穌站在他旁邊、斥責那熱病、熱就退了.他立刻起來服事他們。

路加福音 4:41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
又有鬼從好些人身上出來、喊着說、你是神的兒子。耶穌斥責他們、不許他們說話、因爲他們知道他是基督。

路加福音 8:24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
門徒來叫醒了他、說、夫子、夫子、我們喪命喇。耶穌醒了、斥責那狂風大浪.風浪就止住、平靜了。

路加福音 9:21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
耶穌切切的囑咐他們、不可將這事告訴人.

路加福音 9:42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
正來的時候、鬼把他摔倒、叫他重重的抽瘋。耶穌就斥責那汚鬼、把孩子治好了、交給他父親。

路加福音 9:55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
耶穌轉身責備兩個門徒說、你們的心如何、你們並不知道。

路加福音 17:3 προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·
你們要謹愼.若是你的弟兄得罪你、就勸戒他.他若懊悔、就饒恕他。

路加福音 18:15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
有人抱着自己的嬰孩、來見耶穌、要他摸他們.門徒看見就責備那些人。

路加福音 18:39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με.
在前頭走的人、就責備他、不許他作聲.他卻越發喊叫說、大衞的子孫、可憐我罷。

路加福音 19:39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
衆人中有幾個法利賽人對耶穌說、夫子、責備你的門徒罷。

路加福音 23:40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
那一個就應聲責備他說、你旣是一樣受刑的、還不怕神麼。

提摩太後書 4:2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
務要傳道.無論得時不得時、總要專心、並用百般的忍耐、各樣的教訓、責備人、警戒人、勸勉人。

猶大書 1:9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος.
天使長米迦勒、爲摩西的屍首與魔鬼爭辯的時候、尚且不敢用毀謗的話罪責他、只說、主責備你罷。