ἔλεος 發憐憫、對……發憐憫、憐憫……

Strong G1656・名詞・新約出現 27 次・英文:pity, mercy

中文義項

  1. 發憐憫;對……發憐憫;憐憫……;憐憫:對有極大需要的人給予憐憫或關懷(27 次)

pity, mercy, compassion.

字形

出處

馬太福音 9:13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
經上說、『我喜愛憐恤、不喜愛祭祀。』這句話的意思、你們且去揣摩.我來、本不是召義人、乃是召罪人。

馬太福音 12:7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
『我喜愛憐恤、不喜愛祭祀。』你們若明白這話的意思、就不將無罪的、當作有罪的了.

馬太福音 23:23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們將薄荷、茴香、芹菜、獻上十分之一.那律法上更重的事、就是公義、憐憫、信實、反倒不行了.這更重的是你們當行的、那也是不可不行的。

路加福音 1:50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.
他憐憫敬畏他的人、直到世世代代。

路加福音 1:54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
他扶助了他的僕人以色列、

路加福音 1:58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
鄰里親族、聽見主向他大施憐憫、就和他一同歡樂。

路加福音 1:72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
向我們列祖施憐憫、記念他的聖約.

路加福音 1:78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
因我們神憐憫的心腸、叫清晨的日光從高天臨到我們、

路加福音 10:37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
他說、是憐憫他的。耶穌說、你去照樣行罷。

羅馬書 9:23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
又要將他豐盛的榮耀、彰顯在那蒙憐憫早豫備得榮耀的器皿上.

羅馬書 11:31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν·
這樣、他們也是不順服、叫他們因着施給你們的憐恤、現在也就蒙憐恤。

羅馬書 15:9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ.
並叫外邦人、因他的憐憫、榮耀神.如經上所記、『因此我要在外邦中稱讚你、歌頌你的名。』

加拉太書 6:16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
凡照此理而行的、願平安憐憫加給他們、和神的以色列民。

以弗所書 2:4 ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
然而神旣有豐富的憐憫.因他愛我們的大愛、

提摩太前書 1:2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
寫信給那因信主作我眞兒子的提摩太.願恩惠憐憫平安、從父神和我們主基督耶穌、歸與你。

提摩太後書 1:2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
寫信給我親愛的兒子提摩太.願恩惠憐憫平安、從父神和我們主基督耶穌、歸與你。

提摩太後書 1:16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη·
願主憐憫阿尼色弗一家的人.因他屢次使我暢快、不以我的鎖鍊爲恥.

提摩太後書 1:18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ— καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.
願主使他在那日得主的憐憫.他在以弗所怎樣多多的服事我、是你明明知道的。

提多書 3:5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
他便救了我們、並不是因我們自己所行的義、乃是照他的憐憫、藉着重生的洗、和聖靈的更新。

希伯來書 4:16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
所以我們只管坦然無懼的、來到施恩的寶座前、爲要得憐恤、蒙恩惠作隨時的幫助。

雅各書 2:13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
因爲那不憐憫人的、也要受無憐憫的審判.憐憫原是向審判誇勝。

雅各書 2:13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
因爲那不憐憫人的、也要受無憐憫的審判.憐憫原是向審判誇勝。

雅各書 3:17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
惟獨從上頭來的智慧、先是清潔、後是和平、溫良柔順、滿有憐憫、多結善果、沒有偏見、沒有假冒。

彼得前書 1:3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
願頌讚歸與我們主耶穌基督的父神、他曾照自己的大憐憫、藉耶穌基督從死裏復活、重生了我們、叫我們有活潑的盼望、

約翰二書 1:3 ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
恩惠、憐憫、平安、從父神和他兒子耶穌基督、在眞理和愛心上、必常與我們同在。

猶大書 1:2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
願憐恤、平安、慈愛、多多的加給你們。

猶大書 1:21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
保守自己常在神的愛中、仰望我們主耶穌基督的憐憫、直到永生。